1

 2

 3

 4

 5

 6

 7

3

βαπτίσματος συμπορευόμενον αὐτοῖς εἰς ἐφόδιον πιστεύοντες· θυμιάμασι καὶ κηρίοις αὐτοὺς συνοδεύομεν, δεικνύντες ὅτι τοῦ σκοτεινοῦ βίου λυθέντες, πρὸς τὸ φῶς τὸ ἀληθινὸν ἐπορεύθησαν· πρὸς ἀνατολὰς τὴν σορὸν κειμένην σχηματίζομεν, τὴν ἀνάστασιν αὐτῷ διὰ τοῦ σχήματος προσημαίνοντες. Μὴ τοίνυν οἱ τὴν ἀνάστασιν πιστεύοντες, οὕτω λυπώμεθα, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ 60.726 ἔχοντες ἐλπίδα. Ὁ γὰρ τὴν ἀνάστασιν μὴ ἐλπίζων, δικαίως ὡς ἀπολωλότα τὸν τεθνεῶτα λογίζεται. Ἀλλὰ ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, ταῦτα ποιησάτωσαν Σαμαρειτῶν δῆμοι· ἡμεῖς δὲ Χριστοῦ ἀκούωμεν, καὶ πιστεύωμεν, Ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ ἀνακαινισθήσεται ἡ γῆ. Οὐκοῦν εἰ ἀναστήσονται οἱ νεκροὶ, ὥσπερ πάντως καὶ ἀναστήσονται, μὴ οὕτως ἀσχημονῶμεν ἐπὶ τοῖς κεκοιμημένοις, παρακαλῶ· μὴ οἱ πιστοὶ τοὺς ἀπίστους ζηλώσωμεν· μὴ τοὺς χιτῶνας ἡμῶν διαῤῥήξωμεν, ἀλλὰ μᾶλλον τὴν ψυχὴν κατανύξωμεν, ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ ἀναμένει ποτήριον.

Μὴ τοὺς βραχίονας τύψωμεν, ἵνα μὴ τοὺς Ἕλληνας ζηλώσωμεν· μὴ τὰς θρηνούσας συγκαλέσωμεν, ἵνα μὴ πλέον τὸν θυμὸν τοῦ Θεοῦ κινήσωμεν· μὴ τὰς τρίχας τῆς κεφαλῆς γυμνώσωμεν, ἵνα μὴ τὴν κεφαλὴν ἡμῶν Χριστὸν καταισχύνωμεν· μὴ μακρὰς ἡμέρας θρηνήσωμεν, ἵνα μὴ τὴν ἀνάστασιν ἀπιστήσωμεν· μὴ τῇ γλώττῃ βλάσφημόν τι λαλήσωμεν, ἵνα μὴ καὶ τὸν κοιμηθέντα καὶ ἑαυτοὺς βλάψωμεν. ∆έδωκας παῖδα; Εὐχαρίστησον, ὕμνησον, προσκύνησον τὸν λαβόντα, ὅ σοι παρέθετο· δόξασον τὸν ἐκλεξάμενον ὃν ἔπλασε, καὶ προσδεξάμενον τὸν καρπὸν τῆς κοιλίας σου ἄφθορον· δόξασον τὸν σώζοντα τῶν σῶν σπλάγχνων τὸ ἔγγονον· προσκύνησον κατὰ τὸν Ἰὼβ τὸν μεγαλόψυχον· εὐχαρίστησον, ὅτι ὅλως προσήγαγες τῷ ∆εσπότῃ ἄμωμον θυσίαν, ἁγνὸν θῦμα, καθαρὰν προσφορὰν, νέον Ἰσαὰκ, ὥς ποτε Ἀβραάμ. Χριστὸς ἔλαβε, προσκυνήσωμεν· ὁ πλάσας ἀνέπλασε, μὴ γογγύζωμεν· ὁ κτίστης τὸ κτίσμα ἐζήτησε, μὴ μαχησώμεθα· οὐδὲ γὰρ δυνάμεθα. ∆έδωκας ἀδελφόν; Προσκύνησον τὸν λαβόντα Χριστὸν, ὅτι διὰ σὲ θνητὸς γέγονέ ποτε. Νήπιον παρέσχες;

Εὐχαρίστησον αὐτῷ, ὅτι ποτὲ διὰ σὲ νήπιος γέγονεν ἐν φάτνῃ. ∆οῦλον ἀπὸ σοῦ ἔλαβεν; Ὕμνησον αὐτὸν, ὅτι διὰ σὲ μορφὴν δούλου ἀνέλαβεν ὁ ποιητὴς τῶν ἁπάντων. Μονογενῆ υἱὸν ἔθαψας; ∆όξασον, πρόσπεσον, αἰδέσθητι, μνήσθητι, ὅτι διὰ σὲ ὁ Θεὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν παρέδωκε σαρκὶ εἰς θάνατον. Θαλαμευομένην κόρην δέδωκας; Εὐχαρίστησον, μή πως ἀγανακτῶν καὶ ἑτέραν δώσῃς. Γαμετὴν προέπεμψας παίδων μητέρα; Ὕμνησον, ἀσφαλίσθητι, μὴ τῷ ∆εσπότῃ προσκρούσῃς, μή πως καὶ σὺ ἀπέλθῃς. Τί ποιεῖς, ἄνθρωπε; πάλιν γὰρ τὸ αὐτὸ ἀναλαμβάνομεν. Νεκρὸν κείμενον ὁρᾷς, καὶ βλασφημῆσαι τολμᾷς; μυστηρίῳ τοιούτῳ παρίστασαι, καὶ τῷ χωρίσαντι τὴν ψυχὴν μάχεσαι; Ἀνάπαυσον, τῷ Θεῷ λέγεις, καὶ σὺ τὸν Θεὸν ὑβρίζεις; Τί δικάζῃ τῷ δικαστῇ; τί προσκρούεις τῷ ἀνικήτῳ; τί ταράττῃ τῷ θυμῷ; τί μεθύεις τῇ λύπῃ; οὐχ ὁρᾷς οἷον τοῦτο τὸ μέγα μυστήριον; οὐχ ὁρᾷς οἷον καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν; Κἂν δὲ χαλεπὸν, δι' αὐτοῦ παρερχόμεθα. Οὐχ ὁρᾷς ὅτι βαρεῖα ἡ ὁδός; Ἀλλὰ πάντες δι' αὐτῆς βαδίζομεν. Ἀνάνηψον, ὦ ἄνθρωπε. Ὁ κείμενος τρέμει, καὶ σὺ παίζεις; ἐκεῖνος ἐξετάζεται, καὶ σὺ φαντάζῃ; ἐκεῖνος τρέμει, καὶ σὺ οὐκ εὐτρεπίζῃ; ἐκεῖνος ἐκθαμβεῖται, ὅλος θορυβεῖται, ὁρῶν ἅπερ οὐδέποτε εἶδε, καὶ ἀκούων ἅπερ οὐδέποτε ἤκουσε. ∆ιὸ καὶ ἱδροῖ, ὡς οἱ ἐν ἀγρῷ θερίζοντες, καὶ πᾶσιν ἡμῖν συντάσσεται, καὶ πάντας ἀσπάζεται, ἕως οὗ ἡ γλῶττα φθέγγεσθαι δύναται. Ἔῤῥωσθε, φησὶν, ἔῤῥωσθε, ἀδελφοὶ, καὶ ὑπὲρ ἐμοῦ εὔξασθε. Εἰς ὁδὸν γὰρ ὑπάγω, ἣν οὐδέποτε ὥδευσα, καὶ εἰς κόσμον ψυχῶν, ὅθεν οὐδεὶς ἐπανέλυσε, καὶ εἰς μονὰς φοβερὰς, ὅπου οὐδεὶς ὁ συνοδεύων μοι, καὶ εἰς κριτήριον φοβερὸν, ὅθεν οὐκ οἶδα τί συμβαίνει μοι, καὶ εἰς πράγματα ξένα, περὶ ὧν οὐδεὶς διηγήσατο. Ἰδοὺ ζητῶ βοηθὸν,