3
τοῦτο ἀνῄρηται τὸ κώλυμα· οὔτε γὰρ ἐχθρῷ προσέχει, καὶ διακόπτει σου τὴν αἴτησιν· ἀλλ' ἀεὶ καὶ διηνεκῶς ἐντυγχάνειν δύνασαι, καὶ δυσκολία οὐδεμία πρόσεστιν· οὔτε γὰρ χρεία τῶν προσαγαγόντων θυρωρῶν, οἰκονόμων, ἐπιτρόπων, φυλάκων, ἢ φίλων, ἀλλ' ὅταν αὐτὸς δι' ἑαυτοῦ προσέλθῃς, τότε μάλιστα ἀκούσεταί σου, τότε, ὅταν μηδενὸς δεηθῇς. γʹ. Οὐχ οὕτως οὖν αὐτὸν δυσωποῦμεν δι' ἑτέρων ἀξιοῦντες, ὡς δι' ἡμῶν αὐτῶν. Ἐπειδὴ γὰρ τῆς ἡμετέρας ἐρᾷ φιλίας, καὶ πάντα ποιεῖ, ὥστε ἡμᾶς αὐτῷ θαῤῥεῖν· ὅταν ἴδῃ δι' ἑαυτῶν τοῦτο ποιοῦντας, τότε μάλιστα ἐπινεύει. Οὕτω καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε· καὶ Πέτρου μὲν καὶ Ἰακώβου προσιόντων ὑπὲρ αὐτῆς, οὐκ ἐπένευσεν· ἐπιμενούσης δὲ ταύτης, τὸ αἰτηθὲν ταχέως ἔδωκεν. Εἰ γὰρ καὶ μικρὸν ἔδοξεν ἀναβάλλεσθαι, οὐχ ἵνα ὑπερθῆται τὸ γύναιον, ἀλλ' ἵνα μειζόνως στεφανώσῃ, καὶ μᾶλλον αὐτῆς οἰκειώσηται τὴν προσεδρίαν, τοῦτο πεποίηκε. Μελετήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν Θεῷ· 55.43 μάθωμεν πῶς δεῖ ταύτην ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐκ εἰς μουσεῖον ἀπιέναι δεῖ, οὐδὲ χρήματα ἀναλίσκειν, οὐδὲ παιδαγωγοὺς μισθοῦσθαι, καὶ ῥήτορας, καὶ σοφιστὰς, οὐδὲ χρόνον πολὺν δαπανᾷν, ὥστε μαθεῖν τὴν ῥητορείαν ταύτην· ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὰ τῆς τέχνης ἀπήρτισται. Καὶ οὐχ ὑπὲρ σεαυτοῦ δυνήσῃ μόνον ἐν τῷ δικαστηρίῳ τούτῳ λέγειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων πολλῶν. Καὶ τίς ὁ τῆς δικανικῆς ταύτης σκοπός; Ὁ τῆς εὐχῆς τρόπος. Τὸ νηφούσῃ διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ, τὸ μετὰ πηγῶν δακρύων αὐτῷ προσιέναι, τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, τὸ μηδενὶ μνησικακεῖν, τὸ πάντα ἐκβάλλειν ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ συντρίβοντα τὴν καρδίαν οὕτω προσιέναι, τὸ συνεστάλθαι, τὸ πολλὴν τὴν ἐπιείκειαν μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστασθαι πραγμάτων, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον. Τὸν γὰρ ὑπὲρ ἑτέρων λέγοντα βασιλεῖ, καὶ τοῖς ἐχθροῖς ἐκείνου κοινολογούμενον, καὶ οἱ ἔξωθεν νόμοι τιμωροῦσι. Καὶ σὺ τοίνυν, εἰ βούλει καὶ ὑπὲρ σεαυτοῦ καὶ ὑπὲρ ἑτέρων λέγειν, τοῦτο δὴ μάλιστα κατόρθωσον, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρόν. Οὕτω γὰρ ἔσῃ δίκαιος· καὶ δίκαιος ὢν, ἀκουσθήσῃ, τοιαύτην ἔχων συνήγορον. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐκ εἶπε, Παρήγαγες τὰς θλίψεις, οὐδὲ, Ἀνεῖλες τοὺς πειρασμοὺς, ἀλλ', Ἀφῆκας ἑστάναι, καὶ Ἐπλάτυνάς μοι. Τὸ γὰρ εὐμήχανον τοῦ Θεοῦ καὶ τὸ εὔπορον κἀντεῦθεν μάλιστα δείκνυται, οὐκ ἐν τῷ παρενεγκεῖν τὰς θλίψεις μόνον, ἀλλὰ καὶ ἐν τῷ μενουσῶν αὐτῶν πολλὴν παρέχειν τὴν ῥᾳστώνην. Τοῦτο καὶ τοῦ Θεοῦ δείκνυσι τὴν ἰσχὺν, καὶ τοὺς ἐμπίπτοντας φιλοσοφωτέρους ἐργάζεται, ὅταν καὶ εὐρυχωρία ᾖ παραμυθουμένη τὴν θλιβομένην ψυχὴν, καὶ ἡ θλίψις μὴ καταλύηται σφίγγουσα ταύτην ῥᾳθυμοῦσαν, καὶ πάσης ἀπαλλάττουσα ὀλιγωρίας. Καὶ πῶς, φησὶν, ἐν θλίψει γένοιτ' ἂν πλατυσμός; Ὡς ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων, ὡς ἐν τῷ λάκκῳ τῶν λεόντων. Οὐ γὰρ ἔσβεσε τὴν φλόγα, καὶ τότε ἐποίησεν αὐτοὺς ἐν εὐρυχωρίᾳ εἶναι· οὐδὲ ἀπέκτεινε τοὺς λέοντας, καὶ τὸ τηνικαῦτα αὐτὸν κατέστησεν ἐν ἀδείᾳ· ἀλλὰ κἀκεῖ τῆς καμίνου σφοδρῶς ἀναπτομένης, καὶ ἐνταῦθα τῶν θηρίων παραμενόντων, οἱ δίκαιοι πολλῆς ἀπέλαυον τῆς ῥᾳστώνης. Ἔστι δὲ καὶ ἑτέρως εὐρυχωρίαν εἰπεῖν· οἷον ὅταν ὑπὸ τῶν πειρασμῶν ἡ ψυχὴ θλιβομένη τῶν παθῶν ἀπαλλάττηται, καὶ τῶν νοσημάτων τῶν πολλῶν· τότε γὰρ μάλιστα τῆς εὐρυχωρίας ἀπολαύει. Πολλοὶ γὰρ ἐν εὐημερίᾳ μένοντες ἔρωτας ἔχουσιν ἀτοπωτάτους, θλίβοντας αὐτῶν τὴν ψυχὴν, καὶ χρημάτων, καὶ σωμάτων, καὶ ἑτέρων τοιούτων ἀτόπων· εἰς θλίψιν δὲ ἐμπεσόντες πάντων ἐλευθεροῦνται ἐκείνων, καὶ γίνονται ἐν εὐρυχωρίᾳ. Καὶ καθάπερ οἱ ἐν πυρετοῖς ὄντες, ἕως μὲν ἀπολαύουσι τῶν