3
στιγματίας τοῦ Χριστοῦ, Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ, φησὶ, βαστάζω. Ὁ δέσμιος τοῦ Χριστοῦ. ∆ιὰ γὰρ αὐτὸν δέδετο.
Τίς 62.704 οὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσμὰ ἀκούων; τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, μήτι γε οἰκέτην ἕνα; Καὶ Τιμόθεος ὁ ἀδελφός. Συμπαραλαμβάνει καὶ ἕτερον μεθ' ἑαυτοῦ, ὥστε κἀκεῖνον ὑπὸ πολλῶν ἀξιούμενον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ, καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμα τὸ θαῤῥεῖν οὐδὲ προπέτεια, ἀλλὰ πολλῆς φιλίας δεῖγμα· εἰ συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει· ἑαυτῷ γὰρ χαρίζεται, τὸ αὐτὸ ἔργον οἰκοδομεῖται. Ὥστε καὶ χωρὶς ἀξιώσεως ἑτέραν ἀνάγκην, φησὶν, ἔχεις τοῦ δοῦναι τὴν χάριν· εἰ γὰρ τῷ Εὐαγγελίῳ ἐστὶ χρήσιμος, σὺ δὲ εἰς τὸ Εὐαγγέλιον σπουδάζεις, ἄρα οὐκ ἀξιωθῆναι, ἀλλ' ἀξιῶσαι ὀφείλεις. Καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου. Ὅρα Παύλου τὸ ταπεινόν· καὶ Τιμόθεον παραλαμβάνει πρὸς τὴν ἀξίωσιν, καὶ οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα, καὶ ἕτερόν τινα ἴσως φίλον. Καὶ Ἀρχίππῳ, φησὶ, τῷ συστρατιώτῃ ἡμῶν. Οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν, εἰ μὴ εὐθέως κελεύσαντι ὑπακούει, ἀλλ' ἅπερ ἂν ἀνὴρ 62.705 ἄγνωστος ἐποίει, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε ἀντιλαβέσθαι τῆς δεήσεως.
Οὐ γὰρ τὸ παρὰ πολλῶν ἀξιοῦσθαι μόνον, ἀλλὰ καὶ τὸ πρὸς πολλοὺς τὴν δέησιν γενέσθαι, φέρει τι εἰς τὸ ἀνυσθῆναι τὸ ἀξιούμενον. ∆ιὰ τοῦτο ἔλεγε· Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν. Εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. Οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· Εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. ∆οκεῖ μοι οὗτος καὶ εἶναι τῶν ἐν κλήρῳ κατειλεγμένων· ὃν καὶ παραλαμβάνει εἰς τὴν ἀξίωσιν, καὶ συστρατιώτην καλεῖ, ὥστε παντὶ τρόπῳ συνάρασθαι. Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα· οἶδε γὰρ πολλάκις καὶ ῥήματα δούλων ἀνατρέψαι δυνάμενα τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὑπὲρ δούλου ἡ ἀξίωσις ᾖ· οἱ δὲ μάλιστα παροξύνοντες, ἴσως ἐκεῖνοι ἦσαν. Οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθόνον ἐμπεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν. Ἀλλ' οὐδὲ τὸν δεσπότην ἀγανακτῆσαι συγχωρεῖ. Εἰ μὲν γὰρ ὀνομαστὶ εἶπεν, ἴσως ἂν ἠγανάκτησεν· εἰ δὲ μὴ ἐμνήσθη, κἂν ἐδυσχέρανεν.
Ὅρα οὖν, πῶς συνετῶς εὗρε διὰ τοῦ μνησθῆναι καὶ τούτους τῇ μνήμῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴ γε συναριθμοῖντο τοῖς οἰκέταις. Καὶ γὰρ ἡ Ἐκκλησία οὐκ οἶδε δεσπότου, οὐκ οἶδεν οἰκέτου διαφοράν· ἀπὸ κατορθωμάτων καὶ ἁμαρτημάτων τοῦτον κἀκεῖνον ὁρίζει. Εἰ τοίνυν Ἐκκλησία ἐστὶ, μὴ ἀγανάκτει, ὅτι μετὰ σοῦ προσηγορεύθη ὁ δοῦλος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος· Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων, τῆς χάριτος ὑπομνήσας. Ἐννόησον, φησὶν, ὅσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν ∆εσπότην. Ἐπεύχεται δὲ αὐτῷ τὴν εἰρήνην· εἰκότως. Τότε γὰρ παραγίνεται καὶ αὐτὴ, ὅταν μιμώμεθα αὐτὸν, ὅταν ἐπιμένῃ ἡ χάρις· ἐπεῖ κἀκεῖνος ὁ δοῦλος ὁ περὶ τὸν σύνδουλον ἀνηλεὴς γεγονὼς, ἕως ὅτε οὐκ ἀπῄτει τὰ ἑκατὸν δηνάρια, καὶ ἡ χάρις ἔμενεν ἡ δεσποτική· ἐπειδὴ δὲ ἀπῄτησεν, ἀφῃρέθη καὶ παρεδόθη τοῖς βασανισταῖς.
βʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἐννοοῦντες, οἰκτίρμονες ὦμεν, συγγνωμονικοὶ περὶ
τοὺς ἁμαρτάνοντας εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα τὰ εἰς ἡμᾶς ἁμαρτήματα, τὰ δὲ εἰς τὸν Θεὸν παρ' ἡμῶν, μυρία τάλαντα. Ἴστε δὲ, ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρίνονται. Οἷόν τι λέγω· Ὁ τὸν ἰδιώτην ὑβρίσας, ἥμαρτεν, ἀλλ' οὐχ ὁμοίως ὡς ὁ τὸν ἄρχοντα· καὶ μειζόνως τούτου ὁ τὸν