1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

φέρειν τῆς γυναικὸς τὴν πονηρίαν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φορτικὸν, πάντα ποίει καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν, εἰδὼς ὅτι δυοῖν ἀνάγκη θάτερον, ἢ πονηρὰν λαβόντα γυναῖκα φέρειν αὐτῆς τὴν ἐπάχθειαν, ἢ τοῦτο μὴ βουλόμενον, ἐκβαλόντα μοιχείᾳ ἁλίσκεσθαι. Ὁ γὰρ ἐκβάλλων γυναῖκα, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Ἂν ταῦτα πρὸ τοῦ γάμου καλῶς ὦμεν διεσκεμμένοι καὶ τοὺς νόμους τούτους εἰδότες, πολλὴν ποιησόμεθα σπουδὴν, ὥστε ἐξ ἀρχῆς εὔρυθμόν τινα καὶ συμβαίνουσαν τοῖς ἡμετέροις τρόποις γυναῖκα λαβεῖν· τοιαύτην δὲ λαβόντες οὐ τοῦτο καρπωσόμεθα μόνον, ὅτι οὐδέποτε αὐτὴν ἐκβαλοῦμεν, ἄλλ' ὅτι καὶ μετὰ πολλῆς αὐτὴν ἀγαπήσομεν τῆς σφοδρότητος, καὶ μεθ' ὅσης ὁ Παῦλος ἐκέλευσεν. Εἰπὼν γὰρ, Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ μέτρον ἡμῖν ἔδωκεν ἀγάπης, Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Καὶ πῶς ἠγάπησεν ὁ Χριστός; εἰπέ μοι. Ὅτι παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Ὥστε κἂν ἀποθανεῖν ὑπὲρ τῶν γυναικῶν δέῃ, μὴ παραιτήσῃ. Εἰ γὰρ ὁ ∆εσπότης τὴν δούλην οὕτως ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐπιδοῦναι ὑπὲρ αὐτῆς, πολλῷ μᾶλλον σὲ τὴν ὁμόδουλον οὕτως ἀγαπᾷν χρή. Ἀλλ' ἴδωμεν μή ποτε τὸ κάλλος τῆς νύμφης ἐπεσπάσατο τὸν νυμφίον, καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. Οὐκ ἔστι τοῦτο εἰπεῖν. Ὅτι γὰρ δυσειδὴς ἦν καὶ ἀκάθαρτος, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἐπήγαγεν, Ἵνα ἁγιάσῃ αὐτὴν καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος. Εἰπὼν δὲ, Καθαρίσας αὐτὴν, ἔδειξεν ἀκάθαρτον οὖσαν ἔμπροσθεν καὶ ἐναγῆ, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ τὴν ἐσχάτην ἀκαθαρσίαν· κνίσσῃ γὰρ καὶ καπνῷ καὶ 51.228 λύθρῳ καὶ αἵμασι, καὶ μυρίαις ἑτέραις τοιαύταις κατεῤῥυποῦτο κηλῖσιν. Ἀλλ' ὅμως οὐκ ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ μετέβαλε τὴν ἀηδίαν, μετέπλασε, μετεῤῥύθμισεν, ἀφῆκε τὰ ἡμαρτημένα. Τοῦτον καὶ σὺ μίμησαι. Κἂν μυρία ἁμάρτῃ ἡ συνοικοῦσα εἰς σὲ ἁμαρτήματα, πάντα ἄφες καὶ συγχώρησον· κἂν λάβῃς δύστροπον, μεταῤῥύθμισον ἐπιεικείᾳ καὶ πραότητι, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν, ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλεγεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα· οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν, οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον ἑαυτὸν παρέδωκε, καὶ μετεῤῥύθμισεν αὐτὴν εἰς κάλλος ἀμήχανον· ἀλλ' ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ' ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι ἥμαρτον; ἀλλ' ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ' οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ἰουδαϊσμὸν κατέπεσεν· ἀλλ' ὅμως οὐδὲ ἐκείνην ἐξέβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν. Ἐὰν γένηταί τις ἐν αὐτῇ πονηρία, μὴ τὴν γυναῖκα ἐκβάλῃς, ἀλλὰ τὴν κακίαν ἀπέλασον. Καίτοι γυναῖκα μὲν διορθώσασθαι δυνατὸν, μέλος δὲ πολλάκις πεπηρωμένον θεραπεῦσαι οὐκ ἔνι· ἀλλ' ὅμως εἰδότες αὐτοῦ τὴν πήρωσιν οὖσαν ἀνίατον, οὐδὲ οὕτως ἐκκόπτομεν· ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν