1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

γυναῖκας λαβόντες εὐπόρους, τὴν οὐσίαν αὐξήσαντες, τὴν ἡδονὴν καὶ τὴν ὁμόνοιαν κατέλυσαν, καθημερινὰς μάχας ἐπὶ τῆς τραπέζης ποιούμενοι, φιλονεικίας ἔχοντες; πόσοι πένητες πενεστέρας λαβόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ' εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς; οὕτως οὐδὲν χρημάτων ὄφελος, ὅταν ψυχῆς μὴ ἐπιτυγχάνωμεν ἀγαθῆς. Καὶ τί χρὴ λέγειν περὶ εἰρήνης καὶ ὁμονοίας; Καὶ γὰρ εἰς αὐτὴν τῶν χρημάτων τὴν κτῆσιν πολλάκις τὸ πλουσιωτέραν λαβεῖν ἡμᾶς παρέβλαψεν. Ὅταν γὰρ εἰς τὸν τῆς προικὸς λόγον ἅπασαν τὴν περιουσίαν ἐπιδοὺς, εἶτα ἀώρου συμβάντος θανάτου, καταβαλεῖν παρὰ τῶν κηδεστῶν ἀναγκάζηται τὴν προῖκα ἅπασαν· καθάπερ οἱ ναυάγιον ὑπομένοντες ἐπὶ τῆς θαλάσσης τὸ σῶμα διασώζουσι μόνον, οὕτω δὴ καὶ οὗτος, μετὰ πολλὰς φιλονεικίας, καὶ μάχας, καὶ ὕβρεις, καὶ δικαστήρια, μόλις τὸ σῶμα ἐλεύθερον ἔχων ἐξέρχεται. Καὶ καθάπερ οἱ τῶν ἐμπόρων ἄπληστοι, μυρίων τὴν ναῦν πλήσαντες φορτίων, καὶ πλέον τῆς δυνάμεως τὸν ὄγκον ἐπιθέντες, κατέδυσαν τὸ σκάφος, καὶ πάντα ἀπώλεσαν· οὕτω δὴ καὶ οὗτοι τοὺς ὑπερόγκους ἀγόμενοι γάμους, μείζονα πολλάκις δόξαντες περιβαλέσθαι οὐσίαν διὰ τῆς γυναικὸς, καὶ τῆς οὔσης ἐξέπεσον· καὶ ὥσπερ ἐκεῖ κύματος ἐμβολὴ βραχεῖα ἐμπεσοῦσα βαπτίζει τὸ σκάφος, οὕτω καὶ ἐνταῦθα θάνατος ἄωρος προσπεσὼν μετὰ τῆς γυναικὸς καὶ πάντα τὰ ὄντα αὐτοῦ ἀφείλετο. εʹ. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, μὴ χρήματα περισκοπῶμεν, ἀλλὰ τρόπων ἐπιείκειαν, καὶ σεμνότητα καὶ σωφροσύνην. Γυνὴ γὰρ σώφρων, καὶ ἐπιεικὴς καὶ μετρία, κἂν πένης ᾖ, τὴν πενίαν πλούτου βέλτιον διαθεῖναι δυνήσεται· ὥσπερ ἡ διεφθαρμένη, καὶ ἀκόλαστος, καὶ φίλερις, κἂν μυρίους εὕρῃ θησαυροὺς ἔνδον κειμένους, ἀνέμου παντὸς τάχιον αὐτοὺς ἐκφυσήσασα, καὶ συμφοραῖς μυρίαις μετὰ τῆς πενίας περιβάλλει τὸν ἄνδρα. Μὴ τοίνυν πλοῦτον ζητῶμεν, ἀλλὰ τὴν χρησομένην καλῶς τοῖς οὖσι. Πρότερον μάθε, τίς ἡ τοῦ γάμου αἰτία, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ μηδὲν πλέον ἀπαίτει. Τίς οὖν ἡ τοῦ γάμου πρόφασις, καὶ τίνος ἕνεκεν ἔδωκεν αὐτὸν ὁ Θεός; Ἄκουσον τοῦ Παύλου λέγοντος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω Οὐκ εἶπε, ∆ιὰ δὲ τὴν τῆς πενίας ἀπαλλαγὴν, ἢ ∆ιὰ τὴν τῆς εὐπορίας κτῆσιν· ἀλλὰ τί; Ἵνα πορνείας φύγωμεν, ἵνα τὴν ἐπιθυμίαν καταστείλωμεν, ἵνα σωφροσύνῃ συζήσωμεν, ἵνα εὐαρεστήσωμεν Θεῷ, τῇ οἰκείᾳ ἀρκούμενοι γαμετῇ. Τοῦτο τοῦ γάμου τὸ δῶρον, οὗτος ὁ καρπὸς, τοῦτο τὸ κέρδος. Μὴ τοίνυν τὰ μείζονα ἀφεὶς, τὰ ἐλάττονα ζήτει· πολὺ γὰρ σωφροσύνης ἐλάττων ὁ πλοῦτος. ∆ι' ἓν γὰρ τοῦτο μόνον χρὴ λαμβάνειν γυναῖκα, ἵνα τὴν ἁμαρτίαν φύγωμεν, ἵνα πορνείας ἁπάσης ἀπαλλαγῶμεν· πρὸς τοῦτο χρὴ τὸν γάμον καθίστασθαι πάντα, ἵνα εἰς σωφροσύνην ἡμῖν συμπράττῃ· ἔσται δὲ τοῦτο, ἐὰν τοιαύτας ἀγώμεθα νύμφας, αἳ πολλὴν μὲν εὐλάβειαν, πολλὴν δὲ σωφροσύνην, πολλὴν δὲ ἐπιείκειαν ἡμῖν εἰσαγαγεῖν δύνανται. Ἡ μὲν γὰρ τοῦ σώματος εὐμορφία, ὅταν μὴ συνεζευγμένην ἔχῃ τὴν τῆς ψυχῆς ἀρετὴν, καὶ εἴκοσι καὶ τριάκοντα ἡμέρας δυνήσεται τὸν ἄνδρα ἑλεῖν, περαιτέρω δὲ οὐ προβήσεται, ἀλλὰ δείξασα τὴν κακίαν, ἅπαν καταλύσει τὸ φίλτρον· αἱ δὲ τῷ κάλλει 51.233 τῆς ψυχῆς καταλάμπουσαι, ὅσῳπερ ἂν ὁ χρόνος προΐῃ, καὶ πεῖραν τῆς οἰκείας εὐγενείας παρέχωσι, τοσούτῳ μάλιστα θερμότερον τοῖς οἰκείοις ἀνδράσι ποιοῦσι τὸν ἔρωτα, καὶ τὴν πρὸς αὐτὸν ἐξάπτουσιν ἀγάπην. Τούτου δὲ ὄντος, καὶ φιλίας μεταξὺ κειμένης θερμῆς καὶ γνησίας, ἅπαν ἐλαύνεται πορνείας εἶδος, καὶ οὐδὲ ἔννοιά τις ἀκολασίας τῷ φιλοῦντι τὴν ἑαυτοῦ γυναῖκά ποτε ἐμπεσεῖται, ἀλλὰ μένει διηνεκῶς τὴν ἑαυτοῦ στέργων καὶ διὰ