1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

ποθεινότεραι τοῖς ἀνδράσιν ἦσαν, καὶ μᾶλλον ἐπέραστοι· οὐ γὰρ δὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τούτοις βελτίω καὶ σωφρονεστέραν κατειργάσαντο. Καθημένη τοίνυν ἐπὶ τῆς καμήλου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. Εἶδες ἰσχύν; εἶδες εὐεξίαν; Κατεπήδησεν ἀπὸ τῆς καμήλου. Οὕτως αὐταῖς ῥώμη πολλὴ μετὰ σωφροσύνης ἦν. Καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ; Εἶπε δὲ ὁ παῖς· Ὁ κύριός μου. Εἶτα λαβοῦσα τὸ θέριστρον περιεβάλετο. Ὅρα πανταχοῦ τὴν σωφροσύνην αὐτῆς μαρτυρουμένην, πῶς ἦν αἰσχυντηρὰ, πῶς ἦν αἰδέσιμος. Καὶ ἔλαβεν αὐτὴν ὁ Ἰσαὰκ, καὶ ἐγένετο αὐτῷ εἰς γυναῖκα καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Οὐχ ἁπλῶς δὲ ταῦτα εἴρηται, ὅτι ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ τῆς Σάῤῥας τῆς μητρὸς αὐτοῦ, ἀλλ' ἵνα μάθῃς τοῦ φίλτρου καὶ τῆς ἀγάπης τὰς ὑποθέσεις, ἃς οἴκοθεν ἔχουσα ἦλθεν ἡ γυνή. Τίς γὰρ τὴν τοιαύτην οὐκ ἂν ἠγάπησε, τὴν οὕτω σώφρονα, τὴν οὕτω κοσμίαν, τὴν οὕτω φιλόξενον καὶ φιλάνθρωπον καὶ ἥμερον, τὴν ἀνδρείαν μὲν κατὰ τὴν ψυχὴν, ῥωμαλέαν δὲ κατὰ τὸ σῶμα; Ταῦτα εἶπον, οὐχ ἵνα ἀκούσητε, οὐδ' ἵνα ἀκούσαντες ἐπαινέσητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε. Καὶ πατέρες μὲν, τὴν πρόνοιαν τοῦ πατριάρχου μιμεῖσθε, ἣν ἐποιεῖτο περὶ τοῦ λαβεῖν γυναῖκα ἄπλαστον, οὐ χρήματα ἐπιζητήσας, οὐ γένους λαμπρότητα, οὐ σώματος κάλλος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ ψυχῆς εὐγένειαν μόνον· μητέρες δὲ, οὕτω τὰς ἑαυτῶν ἀνατρέφετε θυγατέρας. Οἱ δὲ ἄγεσθαι αὐτὰς μέλλοντες νυμφίοι, μετὰ τοσαύτης αὐτὰς ἄγετε κοσμιότητος, χορείας μὲν καὶ γέλωτας καὶ ῥήματα αἰσχρὰ, καὶ σύριγγας καὶ αὐλοὺς, καὶ τὴν διαβολικὴν φαντασίαν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ἐξορίζοντες, τὸν Θεὸν δὲ ἀεὶ παρακαλοῦντες μεσίτην γενέσθαι τῶν πραττομένων ἁπάντων. Ἂν γὰρ οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, οὐκ ἀποστάσιον ἔσται ποτὲ, οὐ μοιχείας ὑποψία, οὐ ζηλοτυπίας πρόφασις, οὐ μάχη καὶ ἔρις, ἀλλὰ πολλῆς μὲν ἀπολαυσόμεθα τῆς εἰρήνης, πολλῆς δὲ τῆς ὁμονοίας· ταύτης δὲ οὔσης, καὶ αἱ ἄλλαι πάντως ἕψονται ἀρεταί. Ὥσπερ γὰρ, γυναικὸς πρὸς ἄνδρα στασιαζούσης, οὐδὲν ὑγιὲς ἔσται ἐπὶ τῆς οἰκίας, κἂν ἅπαντα τὰ ἄλλα κατὰ ῥοῦν φέρηται πράγματα· οὕτως ὁμονοούσης καὶ εἰρηνευούσης, οὐδὲν ἔσται ἀηδὲς, κἂν μυρίοι χειμῶνες καθ' ἑκάστην τίκτωνται τὴν ἡμέραν. Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα. Ὅταν γὰρ ἡ μήτηρ οὕτως ᾖ κοσμία, καὶ σώφρων, καὶ πᾶσαν ἀρετὴν κεκτημένη, πάντως καὶ τὸν ἄνδρα ἑλεῖν δυνήσεται καὶ χειρώσασθαι τῷ περὶ αὐτὴν πόθῳ· ἑλοῦσα δὲ αὐτὸν, μετὰ πολλῆς ἕξει τῆς προθυμίας βοηθοῦντα πρὸς τὴν τῶν παίδων ἐπιμέλειαν, καὶ τὸν Θεὸν οὕτως ἐπισπάσεται πρὸς τὴν αὐτὴν ταύτην πρόνοιαν· ἐκείνου δὲ συνεφαπτομένου τῆς καλῆς ταύτης οἰκονομίας, καὶ τὰς ψυχὰς τῶν παίδων ἀσκοῦντος, οὐδὲν ἀηδὲς ἔσται λοιπὸν, ἀλλὰ καὶ τὰ τῆς οἰκίας εὖ διακείσεται, τῶν ἀρχόντων οὕτω διακειμένων· καὶ μετὰ τῆς οἰκίας οὕτως ἕκαστος δυνήσεται, τῆς ἑαυτοῦ γυναικὸς λέγω, καὶ παίδων καὶ οἰκετῶν, καὶ τὸν ἐνταῦθα μετὰ ἀδείας ἁπάσης διανύ 51.241 σαι βίον, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' 51.242 οὗ τῷ Πατρὶ δόξα, καὶ κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.