1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

ὑψηλότερος καὶ φιλοσοφώτερος ἀπὸ τῶν ἄνωθεν, ὁ δὲ ἀσθενὴς ἀπὸ τῶν κάτωθεν καὶ τῶν τῆς φύσεως εἰς φίλτρον ἐνάγηται. ∆ιὰ τοῦτο ἀρχόμενος μὲν ἀπὸ τῶν τοῦ Χριστοῦ κατορθωμάτων, τὴν παραίνεσιν εἰσάγει οὕτω λέγων· Ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· εἶτα πάλιν ἀπὸ τοῦ Χριστοῦ· ὅτι μέλη ἐσμὲν ἐκ τοῦ σώματος αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν 51.230 γυναῖκα αὐτοῦ· καὶ τὸν νόμον ἀναγνοὺς τοῦτόν φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Πῶς μέγα ἐστίν; εἰπέ μοι. Ὅτι τὸν ἅπαντα θαλαμευομένη ἡ κόρη χρόνον, μηδέποτε τὸν νυμφίον ἑωρακυῖα, ἀπὸ τῆς πρώτης ἡμέρας οὕτω ποθεῖ καὶ στέργει ὡς σῶμα οἰκεῖον· πάλιν ὁ ἀνὴρ, ἣν οὐδέποτε εἶδεν, ἧς οὐδέποτε τῆς ἐν λόγῳ ἐκοινώνησε συνουσίας, ταύτην κἀκεῖνος ἀπὸ τῆς πρώτης ἡμέρας ἁπάντων προτίθησι, καὶ τῶν φίλων, καὶ τῶν οἰκείων, καὶ τῶν γεννησαμένων αὐτῶν. Οἱ γονεῖς πάλιν, ἂν μὲν ἐξ ἑτέρας ὑποθέσεως ἀφαιρεθῶσι χρήματα, δάκνονται, ἀλγοῦσιν, εἰς δικαστήριον τοὺς ἀφελομένους ἕλκουσιν· ἀνθρώπῳ δὲ πολλάκις μηδέποτε ὀφθέντι, μηδὲ γνωρισθέντι, καὶ τὴν θυγατέρα τὴν ἑαυτῶν καὶ προῖκα χρημάτων πολλῶν ἐγχειρίζουσι. Καὶ χαίρουσι τοῦτο ποιοῦντες, καὶ οὐχ ἡγοῦνται ζημίαν εἶναι τὸ γινόμενον· ἀλλ' ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ' ἐκείνης χρήματα. Ταῦτα οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος, ὅτι τοὺς γονεῖς ἀφέντες ἀμφότεροι ἀλλήλοις συνδεσμοῦνται, καὶ χρόνου τοσούτου συνηθείας ἡ τότε συντυχία τυραννικωτέρα γίνεται, καὶ συνιδὼν, ὅτι οὐκ ἔστι τοῦτο ἀνθρώπινον, ἀλλ' ὁ Θεὸς τοὺς ἔρωτας τούτους ἐγκατέσπειρε, καὶ τοὺς ἐκδιδόντας καὶ τοὺς ἐκδιδομένους μετὰ χαρᾶς τοῦτο ποιεῖν παρεσκεύασε, φησίν· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Καὶ καθάπερ ἐπὶ τῶν παίδων, τὸ παιδίον τεχθὲν ἀπὸ τῆς ὄψεως εὐθέως ἐπίσταται τοὺς γονεῖς οὐ φθεγγόμενον· οὕτω δὴ καὶ νυμφίος καὶ νύμφη, οὐδενὸς συνάγοντος, οὐδενὸς παραινοῦντος καὶ συμβουλεύοντος, ἀπὸ τῆς ὄψεως ἀλλήλοις συμπλέκονται. Εἶτα ἰδὼν ὅτι καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἐγένετο, καὶ ἐπὶ τῆς Ἐκκλησίας μάλιστα, ἐξεπλάγη καὶ ἐθαύμασε. Πῶς οὖν ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τοῦτο ἐγένετο; Καθάπερ ὁ νυμφίος τὸν πατέρα ἀφεὶς πρὸς τὴν νύμφην ἔρχεται, οὕτω καὶ ὁ Χριστὸς τὸν πατρικὸν θρόνον ἀφεὶς πρὸς τὴν νύμφην ἦλθεν· οὐχ ἡμᾶς ἄνω ἐκάλεσεν, ἀλλ' αὐτὸς πρὸς ἡμᾶς παρεγένετο. Ὅταν δὲ ἀκούσῃς ὅτι ἀφῆκε, μὴ μετάστασιν νοήσῃς, ἀλλὰ συγκατάβασιν· καὶ γὰρ καὶ μεθ' ἡμῶν ὢν, μετὰ τοῦ Πατρὸς ἦν. ∆ιὰ τοῦτό φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Μέγα μέν ἐστι καὶ ἐπὶ ἀνθρώπων γινόμενον· ὅταν δὲ ἴδω εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν αὐτὸ συμβαῖνον, τότε ἐκπλήττομαι, τότε θαυμάζω. ∆ιὰ τοῦτο εἰπὼν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐπήγαγεν· Ἐγὼ δὲ λέγω, εἰς τὸν Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Εἰδὼς τοίνυν ἡλίκον μυστήριόν ἐστιν ὁ γάμος, καὶ ἡλίκου πράγματος τύπος, μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε περὶ τούτου βουλεύου, μηδὲ χρημάτων εὐπορίαν ζήτει μέλλων ἄγεσθαι νύμφην. Οὐ γὰρ καπηλείαν, ἀλλὰ βίου κοινωνίαν εἶναι. τὸν γάμον δεῖ νομίζειν. δʹ. Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων, Ὁ δεῖνα εὐπορώτερος γέγονεν ἀπὸ τοῦ γάμου, πένης ὤν· ἐπειδὴ γυναῖκα εὔπορον ἔλαβε, πλουτεῖ καὶ τρυφᾷ νῦν. Τί λέγεις, ἄνθρωπε; ἀπὸ γυναικὸς κερδαίνειν ἐπιθυμεῖς, καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς; οὐδὲ εἰς