ἐξέλευσιν. 1.5 Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. 1.6 Καὶ οἱ τυπωθέντες βιγλάτορες σῷοι τῷ ἀριθμῷ καὶ μὴ ἐλλιπεῖς ἀπέρχωνται, καὶ μὴ καταλιμπάνωσι τὰς στάσεις αὐτῶν, ἐν αἷς βλέπειν καὶ φυλάττειν τὰς ὁδοὺς ἐτάχθησαν, μήτε χρονίζειν ἐπὶ τοῖς αὐτοῖς στασιδίοις, ἀλλ' ἐναλλάσσειν τοὺς τόπους καὶ ἀλλαχοῦ μεταβαίνειν, ἵνα μὴ ἐπὶ πολὺ χρονίζοντες τοῖς αὐτοῖς τόποις, διαγινωσκόμενοι εὐάλωτοι γίνωνται τοῖς ἐχθροῖς. 2.τ Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων 2.1 Ἀναγκαία δὲ ἡ τῶν καμινοβιγλατόρων ὑπάρχει ὠφέλεια· καὶ χρὴ τὸν στρατηγὸν καὶ τούτων πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ ἐν ἐπιτηδείοις τόποις ἐφιστᾶν τὰ καμινοβίγλια, ὅπως, ἡνίκα κίνησις τῶν ἐχθρῶν γένηται, καὶ βιγλάτορες ταύτης αἴσθωνται διὰ τῶν καμινοβίγλων, καὶ ὁ στρατηγὸς τὴν ἐξέλευσιν τῶν ἐχθρῶν προγινώσκῃ καὶ ποίαν ὁδὸν ἐξελθεῖν μέλλωσι, καὶ αἱ χῶραι δι' αὐτῶν τε καὶ τῶν ἐκσπηλατόρων καταμηνυόμεναι τοῖς ὀχυρώμασι καταφεύγωσι καὶ τὰ τούτων θρέμματα. 2.2 Ἐν δὲ ταῖς ἄκραις τῶν ἀρμενικῶν θεμάτων, ἐπεὶ οἱ Ἀρμένιοι οὐ καλῶς οὐδὲ ἀσφαλῶς τὴν τῶν βιγλῶν ἐκτελοῦσι δουλείαν, ὀφειλόμενόν ἐστι φυλάττεσθαι τὸν ἀπὸ παλαιοῦ κρατήσαντα τύπον ἐν ταῖς βίγλαις τῶν Ἀρμενίων, καὶ ἀνθρώπους ἐπιλέγεσθαι καὶ ἀπογράφεσθαι ἐπιτηδείους, λαμβάνοντας μισθὸν ἀπὸ τοῦ στρατοῦ ἐπισωρευόμενον, ὑπὲρ ὧν ὁ τοιοῦτος στρατὸς τῇ τῶν βιγλῶν λειτουργίᾳ ὑπηρετεῖν ὤφειλεν, ὡσαύτως καὶ ἀννώναν ἑκάστῳ μηνὶ τὴν τετυπωμένην, καὶ ὑπαλλάττειν αὐτοὺς καθ' ἕκαστον μῆνα καὶ δι' αὐτῶν τὰς ὁδούς, ἐν αἷς οἱ πολέμιοι ἐξέρχονται, φυλάττειν ἀσφαλῶς. 2.3 Ἀλλ' ἐπεὶ οὐδὲ αὐτοὶ οἱ μετὰ μισθοῦ καὶ ἀννώνας, Ἀρμένιοι ὄντες, καλῶς τῇ τῶν βιγλῶν ὑπηρετοῦσι δουλείᾳ, ἀπὸ τῶν ἀποστελλομένων κατασκόπων χρὴ τὰς κινήσεις τῶν φοσσάτων ἀναμανθάνειν, καὶ τραπεζίτας ἐπιλέγεσθαι γενναίους καὶ ἀνδρείους, οὓς οἱ Ἀρμένιοι τασιναρίους καλοῦσι, καὶ ἐν ματρικίοις ἀπογράφεσθαι καὶ ἀρχηγοὺς ἐν αὐτοῖς ἐφιστᾶν, οἷς πρὸς τῇ ἀνδρείᾳ καὶ πολλὴ ἐμπειρία τῶν ὁδῶν καὶ τῶν τῆς Συρίας χωρῶν πρόσεστι, καὶ τούτους διηνεκῶς ἀποστέλλειν τοῦ κατέρχεσθαι εἰς τὰς τῶν πολεμίων χώρας καὶ καινοτομεῖν αὐτὰς καὶ βλάπτειν, καὶ εἴ που δυνηθῶσί τινας κατασχεῖν τῶν πολεμίων καὶ πρὸς τὸν τὴν ἀρχὴν διέποντα στρατηγὸν ἀποκομίζειν, ὅπως δι' αὐτῶν τὰς τῶν ἐχθρῶν κινήσεις καὶ βουλὰς ἀναμανθάνῃ. 3.τ Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίασ 3.1 Ἀναδιδασκόμενος δὲ ὁ στρατηγὸς τὰς τῶν ἐχθρῶν κινήσεις, ὀφείλει καὶ αὐτὸς τὸν ἴδιον λαὸν ἐπισυνάγειν καὶ ἐξοπλίζειν, καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, καὶ τὸ πεζικὸν ἅπαν ἐπισυνάγειν πρὸς τὴν ὁδὸν καθ' ἣν ὁρμήσουσιν οἱ πολέμιοι ἐξελθεῖν. Καὶ εἰ μὲν μετ' ὀλίγης δυνάμεως τοὺς ἐχθροὺς ἐξέρχεσθαι ἀναμάθωσι, σπευσάτω προσυπαντῆσαι αὐτοῖς καὶ καταπολεμῆσαι μετὰ τοῦ πεζικοῦ λαοῦ καὶ τῶν ἱππέων, εἴγε τὸ τῶν πεζῶν στράτευμα συναγαγεῖν καὶ συστῆσαι δεδύνηται. 3.2 Καὶ ἐπεὶ εἰς τὰ στενώματα καὶ τὰς δυσχωρίας ἐπιτηδειότερός ἐστιν ὁ μετὰ τῶν πεζῶν πόλεμος, δέον ἐστὶ προκαταλαμβάνειν καὶ κατέχειν τὰ ὑψηλότερα τῶν ὀρῶν μετ' αὐτῶν, καὶ ἐξ ἀμφοτέρων μέρων, εἴπερ ἡ θέσις τοῦ τόπου ἐστὶν ἐπιτήδειος, τὰς πεζικὰς διιστᾶν παρατάξεις, ἐν οἷς δὲ ἱππέων ἁρμόζει πόλεμον γίνεσθαι, συνεῖναι τοῖς πεζοῖς καὶ ἱππεῖς, ἵνα τὴν τοιαύτην παρασκευὴν καὶ κατάσχεσιν τῶν στενωμάτων ἀκούοντες οἱ πολέμιοι ἢ τῆς ὁρμῆς ἐπισχῶσιν τὴν φορὰν ἢ καταγωνισθῶσι Θεοῦ συνεργίᾳ. Ὅπου δὲ οὐκ ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις προσβαλεῖν πόλεμον ἁρμόζει, ἀλλ' ἐξ ἑνός, ὡσαύτως κἀκεῖνο ὑπερέχον τὸ μέρος προκατασχεῖν δεῖ. 3.3 Ἐν οἷς δὲ τὴν προσβολὴν τοῦ πολέμου ἀφ' ὑψηλοῦ βουνοῦ τὸ τοῦ τόπου ἀνεπιτήδειον γενέσθαι διακωλύει, ἀλλὰ μικρόν τι προσανωφερής ἐστιν ἡ ὁδὸς καὶ τραχεῖα, ἔχουσα καὶ ῥύακας, καὶ ὡς ἐκ τούτων στενωτάτην καὶ αὐτὴν εὑρίσκεσθαι, χρὴ τὴν τῶν πεζῶν παράταξιν ὡσαύτως ἀπὸ τῶν ὑψηλοτέρων παρασκευάζειν καὶ τὴν ὁδὸν