δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22-25 ∆εικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ μόνον σοφίαν τοῖςἝλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι, ἀλλ' οὐδὲ σημεῖα αἰτοῦσι τοῖςἸουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύματος θαύματα αἰτοῦσι προσῆκεν ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας- οὐ γὰρ πειράζουσι διδόναι ἀλλὰ πιστῶς αἰτοῦσιν-, ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον καὶ τὰ ἑξῆς. δηλονότι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν κατὰ τὸν τοῦ σταυροῦ λόγον φησίν, ὡς ἀνωτέρω· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι· αὐτοῖς δὲ τοῖς κλητοῖς,Ἰουδαίοις τε καὶἝλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, ἐπήγαγεν· διότι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ 230 ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ' ἂν εἴποι τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον; θεὸς λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πατρικῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι κατιόντες οὐρανόθεν, πατριάρχαι καὶ προφῆται, νόμος ὁ διὰ Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν. διὰ τοῦτο θεοῦ δύναμις καὶ θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος. 229,ξολ2ἘπειδὴἸουδαῖοι τοῦ θεοῦ τὸ πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴνἝλλησι τῇ λογιότητι κατακοσμεῖν οἰομένοις τὴν εὐσέβειαν ἀποκρίνασθαι δεῖ, εἶτα διδάσκει πῶς δοκεῖ εἶναι μωρία τὸ κήρυγμα· ἐκεῖνοι μὲν γὰρ σημεῖα καὶ σοφίαν ζητοῦσιν, ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον θεοῦ δύναμιν καὶ σοφίαν, καὶ παρὰ τοῦ ἐσταυρωμένου σωτηρίαν τοῖς πιστεύουσιν ἐπαγγελλόμεθα. 230,ξολ2 Οὐ χρὴ τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ· ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις ὡς μέρος συμπληρωτικὸν τῆς οὐσίας τοῦ πατρός. οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ προφῆται, διὰ τὸ συγχωρεῖν τὸν θεὸν τῇ τῶν ἀγνωμόνων προαιρέσει, τοῦτο ἡ δοκοῦσα τοῦ σταυροῦ μωρία ἴσχυσεν, θεοῦ δύναμις καὶ σοφία Χριστὸς ἐσταυρωμένος κηρύσσεται, ὡς ἰσχυρότερος καὶ ἀνυστικώτερος ὠφθεὶς καὶ τοὺς πιστεύοντας σώσας. 1 Kor 1,26 Τὸ κατὰ σάρκα προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς. 1 Kor 1,29 Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, τοῦτ' ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ ἐνώπιον αὐτοῦ καὶ οὐκ ἐνώπιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ, 231 ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ ἐνώπιον αὐτοῦ εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι δὲ τὸ ἐνώπιον αὐτοῦ οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ βαπτίζειν καυχᾶσθαι, καὶ ἐφ' ἑτέροις τισὶν ποιεῖται τὸν λόγον. 1 Kor 1,30 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε. πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν ἀλλαχοῦ· οἳ οὐκ ἐξ