θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργεια τὸ πᾶν. Εἶτα μετὰ τὴν τούτου διάπλασιν τί φησιν ἡ Γραφή; Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ʹ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ εὐλόγησεν τὴν ἡμέραν τὴν ζʹκαὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. [Θʹ] Περὶ τοῦ Σαββάτου. Τίνος χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ Θεὸς μόνην, καὶ οὐχὶ τὰς πάσας; Ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπὶ τῆς ζʹ, οὐδεμιᾶς ἐν αὐτῇ γενομένης 907 δημιουργίας, τούτου χάριν εὐλογίσθη καὶ αὐτὴ ὑπὸ τοῦ Θεοῦ. [Ιʹ] Περὶ τοῦ παραδείσου. Πάλιν οὖν φησιν ἡ Γραφή· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Τὴν λογικὴν ὑπόστασιν τιμῆσαι προθέμενος ὁ Θεὸς κατασκευάζει καὶ λαμπρὸν οἰκητήριον καὶ πάσης γέμον θυμηδίας, καὶ καθίστησιν ἐκεῖ τὸν Ἀδάμ. Ἔστι δὲ ἐνταῦθα γενόμενοι τοῦ λόγου, θαυμάσαι τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅτιπερ πανταρχικὴν ἔχων καὶ ἀΐδιον ἐξουσίαν εἰς τὸ πᾶν, καὶ γεωργεῖν ἑαυτὸν ἐπέδωκεν διὰ τὸν ἄνθρωπον. Ὁ γὰρ τοσοῦτον μέγεθος οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης λόγῳ ὑποστησάμενος, πολλῷ μᾶλλον ἱκανὸς ἦν καταφυτεῦσαι παράδεισον ῥήματι καὶ λόγῳ ῥιζῶσαι τὸ πανόλβιον χωρίον· ἀλλ', ὡς εἴρηται, (206b) διὰ τὴν πρὸς τὸν ἄνθρωπον τιμὴν καὶ φυτουργὸς γίνεται μυστικῷ τινι λόγῳ ὁ ἀκαμάτως τόνδε τὸν κόσμον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήσει μόνῃ παραγαγών. [ΙΑʹ] Περὶ τῆς τῶν ζώων ὀνομασίας. Εἶτα αὖθις ἡ Γραφή· Καὶ ἤγαγεν ὁ Θεὸς πάντα τὰ θηρία καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Ὁρᾷν οὖν ἔστι καὶ ἐντεῦθεν τὴν τιμὴν μετὰ ταῦτα τοῦ ἀνθρώπου, ἣν ἔσχεν ἐξ αὐτῆς τῆς γεννήσεως. Ὥσπερ γὰρ ἀγελάρχης τις προκάθηται Ἀδάμ· καὶ ὁ Θεὸς ἦγε πρὸς αὐτὸν τὰ μυρία τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν γένη, ἵνα ἡγεμόνα τοῦτον χειροτονήσῃ, ὃν κατ' εἰκόνα ἰδίαν πεποίηκεν. Καὶ ἐκεῖνος μὲν 1269 908 θείῳ καταπνευσθεὶς καὶ προφητικῷ πνεύματι, ὀνόματα κύρια ἑκάστῳ τῶν ἀλόγων ἐπέθηκε· τὰ δὲ ζῶα ὥσπερ τιμὴν μεγάλην ἐκ τῆς ἐπικλήσεως λαβόντα, οὕτως ἐν συζυγίᾳ ὑπεχώρουν. [ΙΒʹ] Περὶ τῆς ποιήσεως τῆς γυναικός. Ἐπειδὴ δὲ ἐξ ἁπάντων τούτων τῶν γενῶν οὐδὲν ἦν ὅμοιον τῷ Ἀδὰμ, εἶπε πάλιν ὁ Θεὸς, καθά φησιν ἡ Γραφή· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, βοηθὸν λέγων τὸ θῆλυ διὰ τὸν τῆς παιδογονίας λόγον, συνεργεῖν μέλλον τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. Αὖθις δὲ ἐπιλέγει· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς, καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ἔστι δὲ ὁ εἰρημένος τῆς Γραφῆς σκοπὸς οὗτος· Κρίνας ὁ ἐν σοφίᾳ τὰ πάντα ποιήσας Θεὸς δοῦναι τῷ Ἀδὰμ βοηθὸν κατ' αὐτὸν, ὡς ἐπηγγείλατο, οὐκ ἐκ γῆς πλάττει τὸ θῆλυ, καθάπερ καὶ τὸν ἄνδρα, ἀλλ' εἰς ὕπνον τρέπει τοῦτον καταφορᾷ πνεύματος τὸν νοῦν αὐτοῦ φαντασιώσας καὶ τὸν τῆς ψυχῆς ὀφθαλμὸν εἰς ἄπληστον ὄψιν ἐκκαλεῖται, ἵνα τῇ φαντασίᾳ τοῦ τοιούτου κάλλους κατεχόμενος, μὴ γνῷ τὸ γινόμενον· εἶτα λαμβάνει μίαν τῶν πλευρῶν αὐτοῦ ἀκαμάτως, αἴσθησιν ἀλγηδόνος αὐτῷ μὴ ἐπαναγαγών· καὶ εὐθὺς ὡς τεχνίτης καὶ ἰατρὸς σύντομος, τὸ λεῖπον διὰ σαρκὸς ἀνεπλήρωσεν. Ἐν ὅσῳ γὰρ τὴν ψυχὴν τῇ ἀκορέστῳ τῆς θείας ἡδονῆς περιέσπα, τὴν πλευρὰν, ἣν ἔλαβεν, ᾠκοδόμησεν εἰς γυναῖκα, μυστικῶς ἐκτυπώσας αὐτὴν εἰς ζῶον λογικὸν, κάλλει ἀμηχάνῳ καὶ σχήματι εὐπρεπεστάτῳ κεκοσμημένην, καὶ ἄγει τοῦτο πρὸς τὸν Ἀδάμ. Εἶτα ἐκεῖνος, ἅτε θείου πνεύματος