Chronicon breve (lib. 78) (redactio recentior)

 οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖ

 θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργε

 μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτ

 ἐκ τοῦ λέγεσθαι· Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς

 πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ' εἰκόνα Θεοῦ, δῆλον ὡς προ

 βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου ἔτη ερπηʹ. [ζʹ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξαν

 Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, (64) Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη εʹ, (65) Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ. Τούτων (ἔτος ηʹ)

 

ἐκ τοῦ λέγεσθαι· Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, (206b) ὃ καὶ τὴν γύμνωσιν ἀδιάφορον παρέσχεν· ἐῤῥέθη δὲ ὅτι διηνοίχθησαν οἱ ὀφθαλμοὶ αὐτῶν. Πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἅπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ αὐτὸς καθ' ἑαυτὸν οὐκ ἔχει, ὥστε πολλάκις, πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης, τυφλοῦ δίκην ἐνίοτε παρερχόμεθα καὶ τὸ πάνυ γνώριμον· καὶ ἐπειδὰν ἐγκληθῶμεν τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ, τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα. Οὕτως οὖν Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διεγέρθησαν· τὸ γὰρ, Ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ στολισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν. Λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπαθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ Θεοῦ ἡ παρατήρησις τῆς γυμνώσεως, ἀλλὰ διῆγον ὡς ἄσαρκοι, σαρκικῆς διαθέσεως οὔπω καιρὸν ἔχοντες· ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμβᾶσα τὸ θνητὸν ἐπήγαγεν, εἰκότως τὸ λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς· καὶ νενοήκασι ὕστερον τῶν σχημάτων τὴν διαφορὰν προθεωρηθεῖσαν τῷ πλάσαντι πρὸς τὸ ἀναγκαῖον τῆς διαδοχῆς τοῦ γένους. [Ιʹ] Περὶ τῶν φύλλων τῆς συκῆς. Γυμνοὺς οὖν ὄντας ἑαυτοὺς αἰσθόμενοι ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα μετὰ τὴν παράβασιν, ἐκ φύλλων συκῆς ἐποίησαν ἑαυτοῖς περιζώματα, αἰνιττόμενοι διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακοπραγίας. Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρώτατον τὸ 912 φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ τὴν πρᾶξιν ὀδύνην παρέχει τῷ πεπραχότι. Τί οὖν πάλιν ἡ Γραφή; Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου, μετὰ τὸ τόλμημα εἰς συναίσθησιν ἐλθόντες τοῦ πταίσματος, τῷ κριτικῷ κρατοῦνται φόβῳ καὶ κρύπτεσθαι τὸν ἀλάθητον ὀφθαλμὸν καὶ παραιτοῦνται τὴν πρόοδον καὶ ἀναδύονται τὴν παράστασιν. Οὕτω δὲ αὐτοὺς κεκλονημένους ὑπὸ τοῦ δέους θεασάμενος ἀνακαλεῖται ὡς πατὴρ φιλόστοργος ὁ Θεὸς καί φησι· Ἀδὰμ, Ἀδὰμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. 1276 [ΙΖʹ] Περὶ τῆς καταδίκης τοῦ πρωτοπλάστου καὶ τοῦ ὄφεως. Ἦν οὖν ἰδεῖν λοιπὸν βῆμα καὶ δικαστήριον ὀξὺ καὶ φοβερὸν τὸ τρυφηλὸν γεγονὸς τοῦ παραδείσου χωρίον. Ἀγαγὼν γὰρ εἰς μέσον τοὺς βλαβέντας καὶ τὸν βλάψαντα, καὶ τὸν μὲν ὄφιν εὑρηκὼς ἀδικήσαντα, τὴν δὲ Εὔαν ἀδικηθεῖσαν, ὡρίσατο ἑκάστῳ τὴν προσήκουσαν τιμωρίαν. Τὸν γὰρ ὄφιν κατάρατον ἀποφήνας, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατεδίκασε σύρεσθαι καὶ γῆν ἐσθίειν ἀντὶ ἐδωδίμου τροφῆς, τὴν δὲ Εὔαν σύντροφον ἔχειν τὴν λύπην καὶ ὀδύναις τίκτειν ἐδικαίωσεν, τὸν Ἀδὰμ δὲ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν κατέκρινεν τὸν ἄρτον ἕως ὅτου ἐπιστρέψαι αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα αὖθις ἡ Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτοὺς, καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν (207b) καλὸν καὶ πονηρόν· καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Τίνος ἕνεκεν ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου καὶ περὶ τῶν δερματίνων 913 χιτώνων. Ἔστι τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν, ὅτι ἠδύνατο ὁ ἄνθρωπος καὶ μετὰ τὴν παράβασιν εἰς αἰῶνας ζῇν· διὸ ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακὸν ὁ ἄνθρωπος, θνητὸν αὐτὸν ἀπεφήνατο ὁ Θεὸς νεκρότητι περιβαλών· τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες σημαίνουσι ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρότητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς δέσεως ἡ ἁμαρτία πᾶσα αὐτοπρέμνως διαφθαρῇ. [ΙΗʹ] Εἰς τό· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Εἴρηται δὲ ὑπὸ τοῦ Θεοῦ τό· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐχ ὡς προκόψαντος αὐτοῦ διὰ τῆς ἀπειθείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ κακίας γνῶσιν, ἀλλ' ὡς τοιούτου ἐξ ἀρχῆς