Chronicon breve (lib. 78) (redactio recentior)

 οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖ

 θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργε

 μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτ

 ἐκ τοῦ λέγεσθαι· Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς

 πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ' εἰκόνα Θεοῦ, δῆλον ὡς προ

 βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου ἔτη ερπηʹ. [ζʹ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξαν

 Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, (64) Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη εʹ, (65) Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ. Τούτων (ἔτος ηʹ)

 

οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει· ὡσαύτως καὶ ὁ ἥλιος ἀνθρακώδης γινόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τῷ ἀπαυγάσματι, βιαίαν κίνησιν δηλοῖ ἐπιγενέσθαι· πολλάκις οὖν ἐκ τῆς τοιαύτης σημειώσεως ὠφελήθησαν πολλοὶ πλωτῆρές τε καὶ γεωργοὶ καὶ ὁδοιπόροι. [Εʹ] Περὶ τῶν ἰχθύων καὶ τῶν πετεινῶν. Ἐν δὲ τῇ εʹ ἡμέρᾳ ἐκέλευσεν ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ πετόμενα· καὶ σὺν τῷ προστάγματι τὸ ἔργον ἐτελειοῦτο, τῆς πρὸς τὸ ζωογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. Εὐθὺς γὰρ θάλασσα μὲν τὰ παντοδαπὰ γένη τῶν νηκτῶν ἀπέτεκεν, ποταμοὶ δὲ καὶ λίμναι τῶν οἰκείων καὶ κατὰ φύσιν ἰχθύων ἐπληρώθησαν. Προήγαγε δὲ αὖθις καὶ τὰ πετεινὰ τὰ ὕδατα, τρόπον τινὰ καὶ συγγένειαν πρὸς τὰ νηκτὰ ἔχοντα. Ὥσπερ γὰρ οἱ ἰχθύες ἐν τοῖς ὕδασι τῇ κινήσει τῶν πτερύγων ἐπὶ τὸ πρόσω χωροῦσιν, τῇ δὲ συχνῇ μεταστροφῇ τοῦ οὐραίου τὰς εὐθείας αὐτοῖς ὁρμὰς ὑακίζουσιν, οὕτως καὶ τὰ πετεινὰ κατὰ τὸν ἀέρα νηχόμενα τέμνουσι μὲν τοῦτον, περῶσι δὲ ὅπου καὶ βούλονται. 1265 905 [ʹ] Περὶ τῶν κτηνῶν καὶ τῶν θηρίων. Αὖθις δὲ ἐν τῇ ʹ ἡμέρᾳ ἐπετράπη ἐξαγαγεῖν ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία· καὶ εὐθὺς προήγαγε τά τε ἄγρια καὶ ἥμερα ζῶα. Ψυχὴν δὲ ζῶσαν ἐξαγαγεῖν ἐκέλευσεν, ἵνα ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπίνης· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχὴ, ἡ δὲ τῶν ἀνθρώπων ἐκ τοῦ θείου ἐμφυσήματος συνέστηκεν· καὶ ὅτι γεηρὰ ἡ τῶν ἀλόγων ψυχὴ, ἐξ αὐτῆς ἔστι γνῶναι πάλιν τῆς Γραφῆς· εἴρηται γάρ· Ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ ἐστιν· αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται· σὰρξ δὲ φθει[ρομένη] εἰς γῆν ἀναλύεται. Εἰκότως οὖν γεώδης ἡ ψυχὴ τοῦ ἀλόγου. [Ζʹ] Περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου. Ἐπειδὴ [δὲ] λοιπὸν [τῷ καταλλ]ήλῳ κάλλει πάντα διεκοσμεῖτο, ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων, [αὐγαῖς, θάλασσα] ... δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς καὶ ἀερίοις τῶν ζώων, γῆ δὲ ταῖς [παντοίαις διαφοραῖς] τῶν φυτῶν τε καὶ βοσκημάτων, ὥσπερ τινὰ βασιλέα [ὁ τοῦ παντὸς ποιητὴς εἰσάγ]ει τὸν ἄνθρωπον ἐν κόσμῳ, οὐχ ὡς ἀπόβλητον ἔσχατον (206ἀ κτίσας, ἀλλ' ὡς ἅμα τῇ γενέσει βασιλεύειν ὀφείλοντα. Τί γάρ φησιν ἡ Γραφή; Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ πάσης τῆς γῆς. Καὶ τὰ μὲν ἄλλα πάντα κτίσματα ῥήματι μόνῳ παρήχθη· ὁ δὲ ἄνθρωπος ἔσχεν ἐξαίρετόν τι κατὰ τὴν ποίησιν παρὰ ταῦτα. Βουλῆς γὰρ προηγησαμένης ἐκτίσθη, ἵνα ἐκ τούτου δειχθῇ, ὅτι περ τίμιόν τι χρῆμα ὑπάρχει· τὸ γάρ· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι συμβούλῳ ἐχρήσατο ὁ Πατὴρ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐπὶ τῇ τούτου κατασκευῇ τῷ 906 ἀπαυγάσματι τῆς δόξης, κατὰ τὸν Ἀπόστολον, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ. Οὔτε γὰρ ἐνῆν ἄλλῳ τινὶ συμβούλῳ τινὶ κεχρῆσθαι ἢ τῷ ζῶντι καὶ ἐνυποστάτῳ αὐτοῦ Λόγῳ τῷ ἀπαραλλάκτῳ κατ' εἰκόνα καὶ ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ. (Κβʹ ἔργα, ὡς λέγει Μωϋσῆς, ἔκτισεν ὁ Θεὸς ἐν ταῖς ʹ ἡμέραις· διὸ καὶ κβʹ γράμματα καὶ βιβλία τοσαῦτα παρ' Ἑβραίοις καὶ κβʹ γενεαρχίαι ἀπὸ Ἀδὰμ μέχρι Ἰακώβ.) [Ηʹ] Εἰς τὸ, Κατ' εἰκόνα. Ἐπειδὴ τοίνυν, ὡς εἴρηται, βασιλεὺς ὥσπερ εἰσήχθη ἐν κόσμῳ ὁ ἄνθρωπος, εἰκότως οὖν καὶ κατ' εἰκόνα Θεοῦ γεγένηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρχειν τῶν ἄλλων, ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ βασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπειδὴ μηδὲ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν, ἀλλ' ἐν τῷ κοσμεῖσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ· τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὴν 1268 πρωτότυπον εἰκόνα ὁμοιότητα διασώζει· ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν