Chronicon breve (lib. 78) (redactio recentior)

 οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖ

 θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργε

 μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτ

 ἐκ τοῦ λέγεσθαι· Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς

 πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ' εἰκόνα Θεοῦ, δῆλον ὡς προ

 βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου ἔτη ερπηʹ. [ζʹ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξαν

 Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, (64) Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη εʹ, (65) Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ. Τούτων (ἔτος ηʹ)

 

μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ὁρῶν οὖν ὁ Ἀδὰμ τὴν γυναῖκα, οὐχ 909 ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ' ὡς ἑαυτὸν ὁρῶν, πνευματικῶς ηὐφραίνετο, τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κατασκευήν. Ὡσαύτως δὲ καὶ ἡ γυνὴ, θεωροῦσα τὸν ἄνδρα, μεγάλως ἠγάλλετο, κατ' αὐτὸν οὖσαν ἑαυτὴν ἐννοοῦσα. Ὄντων οὖν αὐτῶν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, νόμον δίδωσιν αὐτοῖς ὁ Θεὸς ἐπ' εὐεργεσίᾳ, τοῦ δεῖξαι μὲν ἐλευθέραν τὴν φύσιν ἐν τῇ αὐτεξουσιότητι, ὑποδεῖξαι δὲ ὡς ὑπὸ δεσπότην καὶ κηδεμόνα εἰσὶ, λέγων οὕτως· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, τουτέστιν, θνητοὶ ἔσεσθε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Ἧ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ. 1272 (207a) [ΙΓʹ] Περὶ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρόν. Ἀλλὰ μή τις ὑπολάβοι, ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως, ὡς γνῶσιν παρέχειν καλοῦ τε καὶ κακοῦ οὐ γὰρ δὴ βλαβερόν τι ἦν ἐν τῷ παραδείσῳὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθεριότητος. Καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον τῷ Ἀδὰμ γνώσεως γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότε ἄμφω ἐδόθη, τό τε καλὸν καὶ τὸ πονηρὸν, τήν τε ὑπακοὴν καὶ τὴν παρακοὴν, ὥστε ἡ γνῶσις προὔλαβε τὴν ἐντολήν. ∆έδοται δὲ αὐτὴ διὰ τὸ, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ' ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἑνὸς δὲ μόνου νόμῳ προσταττομένου ἀπέχεσθαι, γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ καὶ τὴν ἐντολὴν δεδωκότα. Ἦσαν οὖν ἐν τῷ καθαρωτάτῳ τούτῳ τόπῳ ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα διάγοντες καὶ τῇ ποικιλίᾳ τῶν ἀθανάτων ἀνθέων δαψιλῶς ἀπολαύοντες. 910 [Ι∆ʹ] Περὶ τοῦ διαβόλου καὶ τοῦ ὄφεως. Ἀλλ' ὁ ἐχθρὸς τῆς ἡμετέρας φύσεως βασκήνας ἐπὶ τῇ πολλῇ τιμῇ τοῦ ἀνθρώπου καὶ φθόνον ἐγκισσήσας, τὸν πρὸς αὐτὸν ᾔρατο πόλεμον, καὶ τὸν ὄφιν ἐνδὺς ἐπέστη τῇ γυναικὶ, ἀπόντος τοῦ Ἀδὰμ, καὶ πανούργως αὐτὴν τοῦ συμφέροντος παρατρεψάμενος διὰ ψεύδους καὶ τὸν Ἀδὰμ ταύτῃ συνεξαπατήσας, παραβάτας τοῦ θείου παρεσκεύασε νόμου γεγενῆσθαι. Λέγει γὰρ ἡ Γραφὴ περὶ τούτου ὧδε· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος παρὰ πάντα τὰ θηρία τῆς γῆς, ἃ ἐποίησε Κύριος ὁ Θεός. Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῶον τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέροντα ἐξαπατᾷν ἔμελλεν. Εἶτα ἐπιλέγει· Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγούμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρήσατο; Οὐ πάντως, ἀλλ' οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμιγεῖς, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν· καὶ τὰ θηρία καὶ τὰ κτήνη λαλεῖν λέγει μιᾷ γλώσσῃ ποτὲ, ὅτε δὲ Ἀδὰμ κατεδικάσθη, τότε καὶ αὐτὰ πεφιμῶσθαι, τὸν δὲ ὄφιν καὶ τοὺς πόδας ἀφαιρεθῆναι καὶ ἕρπειν ἐπὶ τὴν γῆν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι. Εἶτα ἐπάγει· Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε, ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ 1273 γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, καὶ ἔφαγον, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. 911 [ΙΕʹ] Εἰς τὸ, ∆ιηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο. Οὐχ, ὡς τότε ἀναβλεψάντων τῶν πρωτοπλάστων, εἴρηται τὸ, ∆ιηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο· δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες