1

 2

 3

 4

 5

 6

 7

4

πλείο νος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέρι μναι, αἱ φροντίδες. Ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦ τον φέρει τοῦ βίου τὸ μεριμνητικόν.

∆ικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκοπεῖ μὴ εἰς δικαστήρια παρασυρῇ· μὴ ὀρφανὸς τὸ δάκρυον ἑαυ τοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βουλεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπο λιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, καταδυναστεύσει δὲ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας· ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρα κρουσάμενος, καὶ τὸν νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν ψυ χήν. Κύων ὑλακτεῖ, καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ πλουσίου ἡ καρδία πηδᾷ· τὸν παῖδα ὑποπτεύει, πάντα δι' ὑποψίας ἔχει· υἱοὺς αὐξανομένους ὥσπερ ἐπιβούλους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατεπείγει. Τοῖς πλεονέκταις καὶ ἑτέρα ἐστὶ νόσος. Τὸν βίον αὐ τοῦ ἐπὶ δακτύλων τίθησι· τὸν μὲν δημοσιεύει, τὸν δὲ κατορωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος· ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλ πίδα ἐγένετο ἂν ἡ παρασκευή. Νῦν δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομέ νην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ' εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσῃ, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος

. Ἀνάγκη μὲν γὰρ περὶ πάντων τῶν παθῶν διαλέγεσθαι, ὑπομιμνήσκοντα ὑμᾶς· ὑμᾶς δὲ προσέχοντας λαμ βάνειν τὴν ἐκ τῶν λόγων ὠφέλειαν, ἵνα, ἀποδυσά μενος ἕκαστος, ὥσπερ γῆρας ὄφεως, τὴν ἁμαρτίαν, οὕτως ἐπανέλθοι γεγυμνωμένος, καὶ ἔχων τὴν δικαιοσύνην αὐτῷ ἐπανθοῦσαν, ἕτερος ἐξ ἑτέρου γενόμενος. Τοῦτο γάρ ἐστι σύνοδος. ∆ιὰ τοῦτο οἱ πατέρες ἡμῶν τοὺς συλλόγους τούτους ἐπέγνωσαν, ἵνα ἃ καθ' ἑκάστην ἡμέραν μαθεῖν οὐ δυνάμεθα, τῇ τῶν διδασκόντων καὶ ὑπομιμνησκόντων ἐνδείᾳ, ταῦτα δι' ἔτους συνιόντες, ἐν κοινῇ πανηγύρει ὑπο δεξώμεθα· εἶτα φυλάξωμεν ἐφόδια πρὸς τὸν ἐφ εξῆς χρόνον, καὶ ἔναυλα ἔχοντες τῇ μνήμῃ τὰ καθ' ἕκαστον, φύγωμεν τὴν ἁμαρτίαν, διώξωμεν δὲ τὸ ἔργον τῆς δικαιοσύνης. 31.1449 «Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρφα νῶν μὴ εἰσέλθῃς.» Μὴ προφασίζου τοὺς παῖδας, ὁ πλεονέκτης. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θη σαυρὸν αἰώνιον. Θησαυρὸς δέ ἐστιν ἡ εὐσέβεια χρημάτων. Κατάλειπε παισὶν ἀγαθὴν μνήμην ἢ πλοῦτον πολύν. Πάντας ποίησαι τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐποιίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν γὰρ καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου· ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτε ρος γενόμενος τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξέλθῃς τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασά μενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πα τρικῆς ὄντα κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευθήσεται. Τί οὖν πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς ἑαυτοῦ τέκνοις; Καίτοι, εἰ καὶ πάντα τὸν χρόνον ἔζης, ἔδει σε μᾶλλον τῶν πολλῶν τὴν εὔνοιαν ἔχειν συνεργόν. Ἐπειδὴ δὲ ἄδηλον τὸ κατὰ σὲ, κατάλιπε διὰ τῆς εὐποιίας πολ λοὺς τοὺς προϊσταμένους· μή ποτέ σου ὑπεξελθόν τος, εἶτα τοῦ πλούτου, ὃν συνάγεις, εἰς ὄνησιν μὴ δυνηθέντος διαδεχθῆναι, ἕκαστος κινήσῃ τὴν κε φαλὴν, καὶ εἴπῃ· Πῶς τὰ κακῶς κτηθέντα εἰς ἐκγό νους καὶ παῖδας οὐ παρεπέμφθη; Ταῦτά σοι λέγω ἐκ τῶν ἀνθρωπίνων λόγων· τὰ μέντοι παρὰ τοῦ Κυ ρίου, οἷά σοι ἐρεῖ τὸ Εὐαγγέλιον, οἶδας.