σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας, καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης, καὶ καθ' ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ' εἰκόνα, ἐγκατοικίζει τῆς Ἐδὲμ τῷ καλλιφύτῳ χώρῳ ὡς ἐν θαλάμῳ μάργαρον, ἄλλον ἐν κόσμῳ κόσμον, μικρὸν μὲν τὸ φαινόμενον ὡς ἐν μεγέθους ὄγκῳ, τῇ δέ γε τιμιότητι κρείττω πολλῷ τοῦ κόσμου. τοῦτον Ἀδὰμ ὡς ἐκ πυρροῦ χώματος πεπλασμένον ὁ τῆς πηλίνης κεραμεὺς ὠνόμασεν οὐσίας. καὶ θέμενος τοῦ τῆς Ἐδὲμ κάλλους πρωτοπολίτην ἐκ πάντων ὀπωροφαγεῖν ἐκέλευσε τῶν δένδρων, τῷ δὲ φυτῷ τῆς γνώσεως μὴ χεῖρας ἐπιβάλλειν. τότε καὶ πᾶν χειρόηθες καὶ πᾶν ἡμερονόμον καὶ πᾶν ἐκτοπιζόμενον εἰς λόχμας πολυξύλους ἤγαγε ζῷον πρὸς Ἀδάμ, πεζόν, αἰθεροπόρον, ὡς σχοῖεν κλήσεις παρ' αὐτοῦ ταῖς φύσεσι προσφόρους. ἤγετο λέων δαφοινὸς χαιτήεις ταυρολέτωρ, ἄρκτοι βλοσυροβλέφαροι, παντόστικτοι παρδάλεις, ἔλαφος ποικιλόδερμος, δασύκερκος ἀλώπηξ, ἐλέφας εὐρυμέτωπος, τὴν προνομαίαν σείων, δασύπους κολοβόκερκος, κερατοπλήκτωρ ταῦρος· ἤγετο πέρδιξ ἐρυθρὸς τοὺς πόδας καὶ τὸ ῥάμφος. οἱ ψᾶρες οἱ μελάμπτεροι τὸ πτίλον ἐπεσόβουν καὶ χαλαζώματά τινα λευκότητος ἐφόρουν. τὸ κάλλος ἐπεδείκνυτο ταὼς ὁ χρυσοπτέρυξ. ἔλαμπε βάμμασι πολλοῖς, ἐχρύσιζε τὸ πτίλον, ἔστιλβεν ἁλουργόχροον ἐν τῷ ταῶνι χρῶμα· ἐπήνθει μέσον καὶ χρυσὸς ὡς ὀφθαλμὸς μαρμαίρων, καὶ κῆπον πτεροφύτευτον εἰργάζετο τὸ ζῷον. ἐκύκλουν πάντα τὸν Ἀδὰμ ὥσπερ δεσπότην δοῦλοι· ἐθώπευον ὑπέτρεχον ἔσαινον τὸν γενάρχην. ὁ δὲ κατέψα ταῖς χερσὶ τὰ δύσμαχα θηρία ὡς ἀρτιτόκους νεαροὺς ἄρνας γαλακτοφάγους, καὶ τοὺς ἐκ τούτων οὐδαμῶς ὑπέτρεμε κινδύνους· ἡ γὰρ σοβὰς καὶ πονηρὰ καὶ θερμουργὸς κακία οὐδέπω κατεχόρευσε καρδίας τῆς ἐκείνου. οὕτως οὐδὲν τῆς ἀπαθοῦς ψυχῆς κατακαυχᾶται, οὐ θήρ, οὐ πῦρ, οὐ ποταμοῦ μεγαλοδούπου θράσος. ἂν βασιλεύῃς τῶν παθῶν, ἂν ἁμαρτίας ἄρχῃς, καὶ βασιλίσκων καὶ δεινῶν σκορπίων ἐπιβήσῃ, καὶ ταπεινώσεις λέοντα, καὶ τίγριν ἡμερώσεις. Ἐν τούτοις ὕπνωσεν Ἀδάμ, ἀλλὰ πικρίας ὕπνον, ὕπνον ἀρχὴν καταστροφῆς καὶ παντολέθρου φθόρου. ἥψατο τούτου τῆς πλευρᾶς καθεύδοντος ὁ κτίστης, ἔλαβε ταύτην, ἔπλασεν ἐντεῦθεν τὴν γυναῖκα. Ἀδὰμ δ' ὁ χωματόπλαστος, ὁ πρῶτος ἐν ἀνθρώποις, Εὔας τῆς παντομήτορος γέγονε πλευροπάτωρ. ἔνδοθεν οὖν τοῦ τῆς τρυφῆς χώρου διέζων ἄμφω ὡς ἄσαρκοι, μὴ φέροντες φροντίδας φιλοΰλους, ὡς μηδὲ περικείμενοι σώματος ὅλως βάρος. ἀμφοῖν δὲ τούτοιν ὁ θεὸς πάλιν ἐνομοθέτει. "ὦ γηγενεῖς καὶ τῆς Ἐδὲμ ταύτης πρωτοπολῖται, ἅπαντα ταῦτα τῆς ὑμῶν χάριν παρῆκται χρείας· πρὸς τὴν ὑμῶν ἀπόλαυσιν πάντα δενδροκομεῖτε. ἁπάντων οὖν κορέννυσθε, πάντων κατατρυφᾶτε. τοῦτο δὲ μόνον βλαβερὸν τῆς γνώσεως τὸ ξύλον· τοῦτο καὶ μόνον φεύγοιτε, τούτου μὴ ψαύσητέ μοι. ἡ ψαῦσις φέρει τὴν φθοράν, καὶ τὴν χολὴν ἡ γεῦσις. ἂν τούτου μόνου γεύσησθε, πτῶμα πεσεῖσθε μέγα· πικρῶς γὰρ ὀπωροδοτεῖ καὶ θάνατον ἐκφύει. ἂν τοῦτό μοι φυλάξησθε, φεύξησθε κέντρον πότμου καὶ πλατυσμὸν κερδάνησθε ζωῆς ἀκαταλύτου." Ἦν ταῦτα, καὶ πεφόβηντο τὸν λόγον οἱ γενάρχαι, τὴν ἀπειλὴν ὑπέτρεμον, ὑπέφρισσον τὸ ῥῆμα, καὶ τὸ φυτὸν ὡς ἔχθιστον ἀπὸ ψυχῆς ἐστύγουν. ἀλλ' ὁ Σατὰν ἐβάσκαινεν, ἔβρυχε τοὺς ὀδόντας, ὡς ἀφριστὴς ἐθύμαινεν, ὡς ἀγριόδους κάπρος. βλέπειν οὐκ ἔφερεν αὐτοὺς βιοῦντας ὡς ἀγγέλους. καὶ τοίνυν ὄργανον αὐτοῦ τῆς κακομηχανίας τὸν ὄφιν τὸν δολόμητιν καὶ σκολιὸν εὑρίσκει. θωπεύει τὴν προμήτορα, δείκνυσι τὴν ὀπώραν, καλὴν ἰδεῖν, ἐπέραστον, γεύσασθαι νεκτάρεαν. εἶδεν ἐκείνη τὸν καρπόν· ἦν ὁ καρπὸς ὡραῖος, χαρίεις ἦν εἰς ὅρασιν καὶ κάλλιστος εἰς γεῦσιν. ὑπέσαινε τὴν ὅρασιν, ἔθελγε τὴν καρδίαν, ἐῴκει θελξικάρδιον γλυκυθυμίαν στάζειν. ἔδειξε τοῦτον ὁ Σατάν, καὶ τὸν τοῦ δόλου σκύφον ἐπέχρισε γλυκάζοντι μέλιτι κολακείας. εἵρπυσε δράκων ὁ δεινός, ἐσύριξεν ὑπούλως. "ἂν τούτου γεύσησθέ" φησι "τοῦ καλλικάρπου ξύλου, ἂν μόνον προσενέγκητε στόματι τὴν ὀπώραν, κύκλοι διανοιγήσονται βλεφάρων
4