4
οὐ μικρὸν, τὸ ἐν μέσῳ, καὶ Κτησιφῶντι προσβάλλει· ἧς καὶ τὸ πλησίον γενέσθαι νίκης μέρος αὐτῷ διὰ τὸν πόθον ἐνομίζετο.
Ιʹ. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑπο σπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν καὶ δυσάλωτον, τείχει τε ὀπτῆς πλίνθου, καὶ τάφρῳ βαθείᾳ, καὶ τοῖς ἐκ τοῦ ποτα μοῦ τενάγεσιν ὠχυρωμένη. Ποιεῖ δὲ αὐτὴν ὀχυροτέ ραν καὶ φρούριον ἕτερον, ᾧ προσηγορία Κωχὴ, μετὰ τῆς ἴσης ἀσφαλείας συγκείμενον, ὅση τε φυσικὴ καὶ ὅση χειροποίητος, τοσοῦτον ἑνούμε νον, ὡς μίαν πόλιν δοκεῖν ἀμφοτέρας, τῷ πο ταμῷ μέσῳ διειργομένας ταύτας· οὔτε γὰρ ἐξελεῖν οἷον τε ἦν ἐξ ἐπιδρομῆς ἀθρόας, ἢ πολιορκίᾳ παραστήσασθαι, οὔτε διεξελάσαι καὶ τῷ ναυτικῷ μάλιστα (κινδυνεῦσαι γὰρ ἂν ἐξ ὑπερδεξίων, ἀμφο τέρωθεν βαλλόμενον, καὶ εἰργόμενον), κατόπιν ἑαυ τοῦ ποιεῖται, καὶ ποιεῖται τὸν τρόπον τοῦτον. Τοῦ Εὐφράτου ποταμῶν ὄντος μεγίστου μέρος οὐκ ἐλάχιστον ἀποῤῥήξας, καὶ περιαγαγὼν, ὅσον ναυσὶν εἶναι πλόϊμον ἐκ διώρυγος (ἧς καὶ ἀρχαῖά φασιν ἴχνη φαίνεσθαι), καὶ ταύτῃ τῷ Τίγριδι συμβαλὼν μικρὸν ἔμπροσθεν, οὕτω διασώζει τὰς ναῦς ἐκ τοῦ ποταμοῦ τῷ ποταμῷ δοθείσας ἐν ἀσφαλείᾳ. Ὧδε μὲν οὖν τὸν ἐκ τῶν φρουρίων τού 35.677 των διαδιδράσκει κίνδυνον. Ὡς δὲ προϊόντι Περ σικὴ δύναμις παραφανεῖσα, καὶ ἀεί τις τῇ οὔσῃ προσγινομένη, κατὰ μετώπου μὲν ἵστασθαι, καὶ διακινδυνεύειν οὐκ ᾤετο δεῖν δίχα μεγάλης ἀνάγκης, ἐνὸν ἐκ περιουσίας κρατεῖν· ἐκ δὲ τῶν λόγων καὶ τῶν στενῶν ᾗ παρείκοι, βάλλουσα καὶ τοξεύουσα, καὶ τὰ καίρια τῆς διόδου προκαταλαμβά νουσα, ῥᾳδίως εἶργε τοῦ πρόσω· τηνικαῦτα ἐν ἀπορίᾳ τε ἦν ἤδη πολλῇ, καὶ οὐκ ἔχων ὅπη τράπηται λύσιν εὑρίσκει πονηρὰν τοῦ βουλεύ ματος.
ΙΑʹ. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρ σαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ μεγίστοις προσκεκρου κὼς, καὶ δύσνους μὲν τοῖς ἐκείνου μάλιστα, εὔνους δὲ τοῖς Ῥωμαίων πράγμασι διὰ τοῦτο τυγχάνων, καὶ τὸ πιστεύεσθαι λαβὼν ἐκ τοῦ πλάσματος· Τί ταῦτα, φησὶν, ὦ βασιλεῦ; Πῶς οὕτω σαθρῶς περὶ τοσούτου βουλεύεσθε πράγματος; Τίς ὁ νηΐτης οὗτός σοι σῖτος καὶ ὁ περιττὸς φόρτος, ὁ τῆς ἀνανδρίας διδάσκαλος; Οὐδὲν γὰρ οὕτω δύσμαχον καὶ φιλόνεικον, ὡς γαστὴρ, καὶ τὸ ἐν χερσὶν ἔχειν τὴν σωτηρίαν. Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, τὸ μὲν ναυτικὸν τοῦτο χαίρειν ἐάσεις, καὶ τὴν ἑπομένην ἔκλυσιν τῷ γενναίῳ τούτῳ στρατῷ· αὐτὸς δὲ δι' ἄλλης ὁδοῦ εὐ πορωτέρας τε καὶ ἀσφαλεστέρας, ἧς ἐγώ σοι καθηγητὴς (ἔμπειρος δὲ εἴ τις ἄλλος φημὶ τῆς χώρας εἶναι τῆς Περσικῆς), ἐμβαλεῖς τε εἰς τὴν πολεμίαν, καὶ τῶν κατὰ γνώμην τυχὼν ἐπαν ήξεις· ἡμᾶς δὲ τηνικαῦτα εὖ ποιήσεις, ἡνίκα ἂν ἔργῳ πεῖραν λάβῃς τῆς ἡμετέρας εὐνοίας καὶ παραινέσεως.
ΙΒʹ. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔ πιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά· τὰς μὲν ναῦς εἶχε τὸ πῦρ, καὶ ὁ σῖτος οὐκ ἦν, καὶ προσῆν ὁ γέλως· αὐτόχειρ γὰρ ἡ σφαγὴ σχεδόν· τὰ δὲ τῶν ἐλπίδων φροῦδα, καὶ ὁ ὁδηγὸς συναπῆλθε ταῖς ὑποσχέσεσιν. Ἐν κύκλῳ δὲ οἱ πολέμιοι, καὶ περιῤῥέων ὁ πόλεμος· ἥ τε πρόοδος οὐ ῥᾳδία, ἡ τροφὴ δὲ οὐκ εὔπορος· ἐν ἀθυμίῃ δὲ ὁ στρατὸς, καὶ δι' ὀργῆς εἶχον τὸν βασιλέα· ἐλείπετο δὲ χρη στῆς ἐλπίδος οὐδέν· μία δὲ ὡς ἐν τοῖς παροῦσιν ἐδό κει μόνη, τῆς πονηρᾶς ἀπαλλαγῆναι βασιλείας καὶ στρατηγίας. 35.680
ΙΓʹ. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα· τὰ δὲ ἐν τεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέ ρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ· καὶ τῶν ἀπόντων. Οἱ μὲν γὰρ ὑπὸ Περσῶν αὐ τὸν κατηκοντίσθαι φασὶν ἀτάκτοις ἐκδρομαῖς χρώμενον, καὶ ἄττοντα τῇδε κἀκεῖσε σὺν ἐμπληξίᾳ· καὶ ὅμοιόν τι περὶ αὐτὸν συμβῆναι τῷ Κύρου τοῦ Παρυσάτιδος, ὃς, τοῖς μυρίοις συνανελθὼν ἐπὶ τὸν