1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

προσφιλοσοφεῖν τε καὶ προσεξετά ζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν. ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖν ἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, -ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ' ἕκαστον ἀπειπεῖν, -ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον. ὁ δὲ ἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέσ σαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μή ἐστιν ὅ ἐστιν ἐνδεί ξασθαι. ἢ τοῦτο μὲν παντὶ δῆλον.

10 Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετά σωμεν· πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν. εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. ἀλλ' εἰ μὲν ἐν τῷ παντί, ἤ τινι, ἢ πανταχοῦ. καὶ εἰ μὲν ἔν τινι, ὑπ' ἐλάττονος περι γραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περι γραφῆς ἐλεύθερον. ταῦτα μέν, εἰ ἐν τῷ παντί. καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ' οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν; καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν· ἓν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις.

11 Τίνος οὖν ἕνεκεν ταῦτα διῆλθον. καὶ περιεργότερον ἴσως ἢ κατὰ τὰς τῶν πολλῶν ἀκοάς, καὶ κατὰ τὸν νῦν κεκρατηκότα τύπον τῶν λόγων, ὃς τὸ γενναῖον καὶ ἁπλοῦν ἀτιμάσας τὸ σκολιὸν καὶ γριφοειδὲς ἐπεισήγαγεν· ὡς ἐκ τῶν καρπῶν τὸ δένδρον γινώσκεσθαι, λέγω δὲ τὸ ἐνεργοῦν τὰ τοιαῦτα δόγματα σκότος ἐκ τοῦ ζόφου τῶν λεγομένων; οὐ γὰρ ἵνα καὶ αὐτὸς παράδοξα λέγειν δόξω, καὶ περιττὸς φαίνωμαι τὴν σοφίαν, πλέκων συνδέσμους καὶ διαλύων κρατούμενα· τοῦτο δὴ τὸ μέγα θαῦμα τοῦ ∆ανιήλ· ἀλλ' ἵν' ἐκεῖνο δηλώσαιμι, ὅ μοι λέγειν ὁ λόγος ἀπ' ἀρχῆς ὥρμησεν. τοῦτο δὲ ἦν τί; τὸ μὴ ληπτὸν εἶναι ἀνθρωπίνῃ διανοίᾳ τὸ θεῖον, μηδὲ ὅλον ὅσον ἐστὶ φαντάζεσθαι· καὶ τοῦτο οὔτε διὰ φθόνον, -μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς καὶ κυρίας, καὶ μάλιστα τῶν ἑαυτοῦ κτισμάτων περὶ τὸ τιμιώτατον· τί γὰρ Λόγῳ πρὸ τῶν λογικῶν; ἐπεὶ καὶ αὐτὸ τὸ ὑποστῆναι τῆς ἄκρας ἀγαθότητος· -οὔτε εἰς τιμὴν ἑαυτοῦ καὶ δόξαν τοῦ πλήρους, ἵνα τῷ ἀνεφίκτῳ τὸ τίμιον ἔχῃ καὶ τὸ σεβάσμιον. τοῦτο γὰρ πάντως σοφιστικὸν καὶ ἀλλότριον, μὴ ὅτι θεοῦ, ἀλλ' οὐδὲ ἀνθρώπου μετρί ως ἐπιεικοῦς, καί τι δεξιὸν ἑαυτῷ συνειδότος, ἐκ τοῦ κωλύειν ἑτέρους τὸ πρωτεῖον πορίζεσθαι.

12 Ἀλλ' εἰ μὲν καὶ δι' ἄλλας αἰτίας, εἰδεῖεν ἂν οἱ ἐγγυτέρω θεοῦ, καὶ τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων ἐπόπται καὶ θεωροί, εἴπερ εἰσί τινες τοσοῦτοι τὴν ἀρετήν, καὶ ἐν ἴχνεσιν ἀβύσσου περιπα τοῦντες, τὸ δὴ λεγόμενον. ὅσον δ' οὖν ἡμεῖς κατειλήφαμεν, μικροῖς μέτροις μετροῦντες τὰ δυσθεώρητα, τάχα μέν, ἵνα μὴ τῷ