1

 2

 3

 4

 5

 6

 7

4

Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογή σατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. ∆ώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύ νητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀνα βάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέ σομεν, ἕως ἂν καὶ δι' ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασ σόμεθα. Ταῦτα ὑμῖν, παρ' οἷς τι καὶ ζωτικὸν εὑρί σκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσ λάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰ δοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυ χον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαι μεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ 36.441 δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύ φλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.

Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμού μενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πα τρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμ πλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συν τέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀει κίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μο νογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται)· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορη γὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφ ορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλε ται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀλη θείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βου λῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι' οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ' ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐ σίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.

Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι, 36.444 μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσω μεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσω μεν, αὔριον