4
καθαρίσθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ' ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι' ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἁμαρτίας ἀφιέναι, παράγω σοι μάρτυρα τὸν προφήτην· οὐδενὸς γὰρ ἑτέρου τοῦτο δείκνυσιν ὁ προφήτης, ἢ τοῦ Θεοῦ μόνου. Τίς γὰρ Θεὸς, φησὶν, ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, ὑπερβαίνων ἀδικίας; Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι· ἀλλ' ὅμως κἀκεῖνο μετ' ἐξουσίας ποιεῖ. Καὶ τὸ νομοθετεῖν δὲ, οὐ τῶν ὑποτεταγμένων, ἀλλὰ τῶν βασιλευόντων ἐστί· καὶ τοῦτο βοᾷ μὲν αὐτὴ τῶν πραγμάτων ἡ φύσις· βασιλέων γὰρ μόνον ἐστὶ τιθέναι νόμους· δείκνυσι δὲ καὶ ὁ Ἀπόστολος, οὕτω λέγων· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ἐπειδὴ γὰρ δοῦλος ἦν καὶ διάκονος, οὐκ ἐτόλμησε προσθεῖναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς παρ' αὑτοῦ πάλιν εἰσάγει. Εἰ δὲ τὸ νόμους ἁπλῶς τιθέναι, βασιλικῆς μόνον ἐστὶν ἐξουσίας. ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ γεγεννηκότι. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἐπ' αὐτὸ τῆς Γραφῆς ἔλθωμεν τὸ χωρίον. Ἀνελθὼν εἰς τὸ ὄρος, φησὶν, ἐκάθητο, καὶ περιεστώτων πάντων ἤρξατο λέγειν· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πραεῖς, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ. Εἶτα μετὰ τοὺς μακαρισμοὺς ἐκείνους λέγει· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τίς γὰρ τοῦτο ὑπώπτευσεν; ἢ τί τῶν εἰρημένων ἐναντίον ἦν τοῖς προτέροις, ἵνα τοῦτο εἴπῃ; Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, τουτέστιν, οἱ ταπεινόφρονες. Ἀλλὰ τοῦτο καὶ ἡ Παλαιὰ εἶπε· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην 48.789 καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ πάλιν· Μακάριοι οἱ πραεῖς. Καὶ τοῦτο Ἡσαΐας πάλιν βοᾷ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Μακάριοι οἱ ἐλεήμονες. Καὶ τοῦτο πάλιν πανταχοῦ διέσπαρται· Μὴ ἀποστερήσῃς γὰρ, φησὶν, τὴν ζωὴν τοῦ πτωχοῦ, ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου· καὶ πολὺς πανταχοῦ περὶ φιλανθρωπίας ἐστὶν ὁ λόγος. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. Τοῦτο καὶ ὁ ∆αυΐδ φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καὶ τοὺς λοιποὺς δὲ εἴ τις ἐπέλθοι μακαρισμοὺς, εὑρήσει πολλὴν οὖσαν τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, μηδὲν ἐναντίον εἰρηκὼς τοῖς προτέροις, ἐπήγαγεν· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας; Οὐ διὰ τὰ εἰρημένα, ἀλλὰ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι ταύτην τὴν διόρθωσιν τίθησιν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐμβαίνειν εἰς ἐπίτασιν ἐντολῶν, ἵνα μὴ νομίσωσι τὴν αὔξησιν ἐναντίωσιν εἶναι, μηδὲ τὴν προσθήκην μάχην, διὰ τοῦτο εἶπε· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· τουτέστι, μέλλω τινὰ λέγειν τελεώτερα τῶν πρότερον εἰρημένων· οἷον ὅτι Ἠκούσατε, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, Οὐκ ὀργισθήσῃ.