1

 2

 3

 4

 5

 6

 7

4

καὶ οὐδεὶς ὁ βοηθός· ἰδοὺ ζητῶ τὸν λυτρούμενον, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· ἰδοὺ ζητῶ τὸν συνοδεύοντα, καὶ οὐδεὶς ὁ συμπάσχων μοι. Ποῦ πατὴρ ὁ γεννήσας; ποῦ μήτηρ ἡ ὠδίνουσα; ποῦ ἀδελφός; Ὅπου ἀδελφὸς ἀδελφὸν οὐ λυτροῦται, πῶς λυτρώσεται ἄνθρωπος ἄνθρωπον;

Ταῦτα πρὸς ἡμᾶς φθέγγονται οἱ ἀφιέντες ἡμᾶς, καὶ λοιπὸν πορεύονται τὴν αἰώνιον ὁδὸν αὐτῶν. Τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ἢ Τίς ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Εὐλογητὸς ὁ Θεὸς, ὅτι ἄνθρωπος, ἀδελφοὶ, ἰδοὺ κεῖται, καὶ οὐδενὶ λοιπὸν τῶν τοῦ βίου πρόσκειται· ἰδοὺ ἡσύχασεν, ἰδοὺ τῶν ματαίων ἐπαύσατο. Μικρὸς πυρετὸς, καὶ πάντα ἤργησαν· μία ὥρα, καὶ ὁ φανεὶς ὡς μὴ φανεὶς γίνεται· μία ῥοπὴ, καὶ Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐξ ἧς ἐλήφθη. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται 60.727 πάντες οἱ διαλογισμοὶ ἡμῶν· ἐν ἐκείνῃ τῇ ὥρᾳ καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, φίλους καὶ συγγενεῖς, υἱοὺς καὶ θυγατέρας, καὶ πορεύσεται μόνος. μεμονωμένος, τὴν αἰώνιον ὁδὸν αὐτοῦ.

Συνέλθωμεν τοῖς πρὸ ἡμῶν ὁδεύουσι, πρὶν καὶ ἡμεῖς ἀπέλθωμεν· καθίσατε, καὶ τῷ κειμένῳ μὴ ἐνοχλήσητε· ἡσυχάσατε, καὶ τὸν θόρυβον λύσατε· ἠρεμήσατε ἑαυτοὺς, ἐμβλέψατε, καὶ τὸ μέγα μυστήριον ἴδετε· φρίξατε, καὶ τὸ αὐτὸ ἐκδέξασθε· βασιλεῖς, θεάσασθε, καὶ μήκετι μέγα φρονήσητε· ἄρχοντες, ἐμβλέψατε, καὶ μηκέτι μέγα φαντάζησθε· βλέπετε τὸν κείμενον τοῦ βίου χωριζόμενον, καὶ λοιπὸν μὴ βασιλέα ἢ ἄρχοντα ἑαυτὸν γνωρίσῃς. Ποῖος γὰρ βασιλεὺς, ὅπου ἑαυτὸν οὐ λυτροῦται; Ἀλλ' ἰδοὺ καὶ αὐτὸς τὸ ποτήριον τρέμει· ἰδοὺ ὡς εἷς τῶν πάντων ἀγωνιᾷ· ἰδοὺ ὅλος γέγονεν ἐλεεινὸς, ὁ πρὸ μικροῦ φοβερὸς γέγονε νεκρός· ἰδοὺ ἀπάγεται ὡς κατάδικος, ὃν χθὲς ἔτρεμον οἱ κατάδικοι, ἰδοὺ ἐταράχθη, ἰδοὺ ὅλος ἐσαλεύθη, ἰδοὺ πᾶσα ἡ σοφία καὶ ἡ δυναστεία κατεπόθη, ἰδοὺ ὅλος ἔκθαμβος γέγονεν. Εἶδε γὰρ ἐξουσίας ἀγγελικὰς, καὶ τῆς ἑαυτοῦ ἐξουσίας ἐπελάθετο· εἶδε στρατιὰς ἀγγέλων φοβερὰς, καὶ τὴν ἑαυτοῦ ἐξουσίαν ὡς ἀράχνην ἐλογίσατο· εἶδε μορφὰς δεσποτικὰς, καὶ τὴν μορφὴν ἠλλοιώσατο· ἤκουσεν ἀπόφασιν ψυχῆς, καὶ ὅλος ἐτρόμαξε τῇ σαρκὶ, καὶ οἷα εἰς ἑαυτὸν διανοεῖται, θαμβούμενος καὶ ἐννοούμενος ποῦ τῶν βασιλέων ἡ φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία. Βαβαί! ἰδοὺ τάξις ἀληθὴς, ἰδοὺ δύναμις κραταιὰ, ἰδοὺ ἐξουσία ἀψευδὴς, ἰδοὺ μορφαὶ φοβεραὶ, ἰδοὺ ἀθάνατος στρατιά.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια καὶ ἀποῤῥητότερα ἐννοούμενοι, ἅπερ μόνοι οἱ προλαβόντες καὶ πειραθέντες ἐπίστανται, οἱ μὲν ἐν τῇ κλίνῃ κείμενοι ἀναπηδῶσι, φυγεῖν μὲν βουλόμενοι, οὐ δυνάμενοι δέ· οἱ δὲ τοὺς ὀδόντας βρύχουσιν, ἄλλοι τὰς σιαγόνας κόπτουσιν, ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσιν, ὡς ὁρῶσι τὰς δυνάμεις κατ' ὀλίγον τοῦ σώματος ληγούσας, τὴν γλῶτταν φθεγγομένην, καὶ τὴν παρακαταθήκην βεβαίως ἀνυομένην, τὰς δυνάμεις τὰς ἐναντίας παρισταμένας λογοθετούσας, κατηγορούσας, ἁρπάσαι ἐπιχειρούσας, εἶτα καὶ τὸν κλέπτην εἰσελθόντα καὶ μηνύσαντα καὶ τοῦ σώματος τὴν ψυχὴν διαῤῥήξαντα. Πολλῶν ἡμῖν δεῖ τότε τῶν εὐχῶν, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, πολλῆς ἡμῖν τότε τῆς τῶν ἀγγέλων προστασίας, πολλῆς ἡμῖν τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας. Εἰ γὰρ εἰς χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγωγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ διαπεράσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοὺς ἀφανεῖς τοῦ ἀέρος τούτου, οὓς διώκτας καὶ τελώνας καὶ φορολόγους ὀνομάζει ἡ θεία Γραφή; Καλὴ τότε συνοδοιπόρος ἡμῖν ἡ ἐλεημοσύνη καὶ ἡ συμπάθεια, δυνάμεναι ἀσιάντως ἡμᾶς εἰς τὴν τῶν οὐρανῶν πύλην ὁδηγῆσαι καὶ διασῶσαι· καλοὶ ἡμῖν ἐκεῖ συνήγοροι οἱ πένητες, οὓς ἐνταῦθα πρὸ θανάτου ἠλεήσαμεν. ∆ιὸ προφθάσωμεν πρὸ τοῦ προφθασθῶμεν, δράμωμεν πρὸ τοῦ καταληφθῶμεν.