4
λυσιτελοῦντος βίου, μηδεὶς ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις. Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς· προσευχὴ δὲ ὥσπερ ῥίζα καὶ κρηπὶς ὑπόκειται. Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρατοῦσιν· ἄνευ δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔγκειται συνεχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων· Τῇ προσευχῆ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχα50.779 ριστίᾳ· καὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν παντὶ εὐχαριστοῦντες· τοῦτο γάρ ἐστι θέλημα Θεοῦ· καὶ ἑτέρωθι πάλιν, Προσεύχεσθε ἐν παντὶ καιρῷ ἐν πνεύματι, εἰς αὐτὸ ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. Οὕτω πολλαῖς καὶ θείαις φωναῖς ἐπὶ προσευχὴν ἡμᾶς καλεῖ συνεχῶς ὁ τῶν ἀποστόλων ἡγεμών. Προσήκει τοίνυν ὑπ' ἐκείνου παιδευομένους, μετὰ προσευχῆς πορεύεσθαι τὸν βίον, καὶ ταύτῃ συνεχῶς τὴν διάνοιαν ἄρδειν· χρῄζομεν γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων. Οὔτε γὰρ ἐκεῖνα δύνανται ἐκφέρειν τοὺς καρποὺς, μὴ πίνοντα διὰ τῶν ῥιζῶν, οὔτε ἡμεῖς τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας δυνησόμεθα βρύειν, μὴ ταῖς προσευχαῖς ἀρδόμενοι. ∆ι' ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ, καὶ τραπέζης ἁπτομένους, καὶ καθεύδειν μέλλοντας· μᾶλλον δὲ καὶ καθ' ἑκάστην ὥραν μίαν προσευχὴν τῷ Θεῷ προσφέροντας, ἴσον τῇ ἡμέρᾳ δρόμον τρέχοντας· ἐν δέ γε τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα κάμπτοντας σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει προσ50.780 έχοντας, μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λατρείᾳ. Εἰπέ μοι πῶς ὄψει τὸν ἥλιον, μὴ προσκυνήσας τὸν πέμποντα τοῖς σοῖς ὀφθαλμοῖς γλυκύτατον φῶς; πῶς ἀπολαύσεις τραπέζης, μὴ προσκυνήσας τὸν τοσούτων ἀγαθῶν δοτῆρα καὶ χορηγόν; μετὰ ποίας ἐλπίδος ἐπὶ τὸν τῆς νυκτὸς ἥξεις καιρόν; ποίοις προσδοκᾷς ὀνείρασιν ὁμιλῆσαι, μὴ τειχίσας σαυτὸν προσευχαῖς, ἀλλ' ἀφύλακτος ἐπὶ τὸν ὕπνον ἐλθών; Εὐκαταφρόνητος καὶ εὐάλωτος τοῖς πονηροτάτοις δαίμοσιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως. Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον. Ἂν δ' ἄρα συμβῇ τινα γυμνὸν εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμόνων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος καὶ συμφορὰς καὶ κακά. Ταῦτα δεῖ πάντα φοβουμένους ἡμᾶς, προσευχαῖς καὶ ὕμνοις ἀεὶ τειχίζειν ἑαυτοὺς, ἵνα πάντας ὁ Θεὸς ἐλεήσας, ἀξίους ἀπεργάσηται τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ Λόγος βʹ. Ὅτι μὲν παντὸς ἀγαθοῦ κεφάλαιόν ἐστιν ἡ προσευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου πρόξενος, ἀγνοεῖ τῶν ἁπάντων οὐδείς· ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται· οἱ δὲ ῥᾳθυμότερον βεβιωκότες, καὶ προσευχῆς ἔρημον τὴν ψυχὴν ἀφέντες, τήν τε τοῦ παρελθόντος χρόνου ζημίαν μάθωσιν, καὶ μὴ προσαποστερήσωσιν ἑαυτοὺς τῆς σωτηρίας τὸ λειπόμενον τοῦ