4
ἐπιθυμιῶν τῶν ἀκαίρων, τραπέζης λέγω πληθούσης, καὶ ἀκράτου, καὶ τοιούτων ἑτέρων, μειζόνως στενοχωροῦνται· εἰ δὲ βουληθεῖεν ἑαυτοὺς ὀλίγον θλί 55.44 ψαντες καρτερῆσαι, πολλῆς ἀπολαύουσι τῆς εὐρυχωρίας, καὶ τὸ πνῖγον ἀποθέμενοι καθαρᾷ λοιπὸν ἐντρυφῶσιν ὑγείᾳ· οὕτω καὶ ἐπὶ τῶν πραγμάτων συμβαίνει. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἄνεσιν εἴωθεν, ὡς θλίψις τῶν βιωτικῶν ἀπάγουσα πάντων. Πῶς οἴει τοὺς Ἰουδαίους γεγενῆσθαι ἐν θλίψει, καὶ ὅτε ἦσαν ἐν εὐημερίᾳ; Ἢ οὐχὶ πυρεττούσης ταῦτα ψυχῆς καὶ ἀλυούσης καὶ ῥιπταζομένης, τὸ λέγειν· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ; Ἢ οὐχὶ ἐκεῖνα φιλοσοφούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν παθῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν ῥοπήν; Αὐτὸς δὲ ὁ προφήτης οὗτος, ὅτε ἦν ἐν ἀνέσει, πῶς ἐθλίβη ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας στενοχωρούμενος καὶ σπαρασσόμενος; ὅτε δὲ ἐν θλίψει γέγονεν, ἴστε πῶς γέγονεν ἐν ἀνέσει. Οὔτε γὰρ ἥπτετο αὐτοῦ τὸ πῦρ, ἀλλὰ καὶ ἡ φλὸξ ἅπασα κατεσβέσθη. Οὐδὲν γὰρ οὕτω ποιεῖ θλίψιν, ὡς τὸ πολιορκεῖσθαι τὴν ψυχὴν ὑπὸ τῶν παθῶν. Αἱ μὲν γὰρ ἄλλαι ἔξωθεν προσπίπτουσιν, αἱ δὲ ἔνδοθεν φύονται, καὶ αὕτη μάλιστά ἐστιν ἡ πολλὴ θλίψις. Κἂν ὁ κόσμος ἡμᾶς λυπῇ, ἡμεῖς δὲ ἑαυτοὺς μὴ λυπῶμεν, οὐδὲν ἔσται ἡμῖν δεινόν. Ἄρα ἐν ἡμῖν τὸ θλίβεσθαι, καὶ μὴ θλίβεσθαι. δʹ. Ἵνα δὲ μάθῃς καὶ ἀπὸ τῆς ἀποστολικῆς φωνῆς, πόση ἀπὸ τῆς θλίψεως εὐρυχωρία γίνεται, ἄκουσον αὐτοῦ τοῦ Παύλου τὸν καρπὸν λέγοντος τῆς θλίψεως· Ἡ δὲ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἶδες εὐρυχωρίαν ἄφατον, εἶδες λιμένα εὐφροσύνης; Ὑπομονὴν, φησὶν, ἡ θλίψις κατεργάζεται. Τί γὰρ ἀνδρὸς καρτερικωτάτου, καὶ πάντα δυναμένου ῥᾳδίως φέρειν, ἀνεκτότερον; τί δὲ δοκίμου γένοιτ' ἂν ἰσχυρότερον; τί δὲ τῆς ἐντεῦθεν τρυφῆς ἴσον; Τρεῖς γὰρ ἡμῖν ἡδονὰς ἐντεῦθεν λέγει τικτομένας, τὴν ὑπομονὴν, τὴν δοκιμὴν, καὶ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Περὶ τούτων νῦν φιλοσοφῶν ὁ Προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐπειδὴ γὰρ εἶπεν, Εἰσήκουσέ μου ὁ Θεὸς, λέγει ἐν ποίῳ τρόπῳ εἰσήκουσεν. Οὐκ ἐν χρήμασιν· οὐδὲν γὰρ ἐζήτει τοιοῦτον· οὐχ ἵνα ἐχθρῶν κρατήσῃ· οὐδὲ γὰρ ταῦτα ᾔτει· ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τί λέγεις; Ἄνω δικαιοσύνης μέμνησαι, ἐνταῦθα οἰκτιρμοῦ καὶ ἐλέου· καὶ ποῦ ταῦτα ἀκολουθίαν σχοίη; Πολλὴν μὲν οὖν, καὶ σφόδρα τοῖς προτέροις συνημμένην. Κἂν γὰρ μυρία κατορθώσωμεν, ἀπὸ οἰκτιρμῶν ἀκουόμεθα καὶ φιλανθρωπίας. Κἂν πρὸς αὐτὴν ἀνέλθωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἀπὸ ἐλέους σωζόμεθα. Ἐντεῦθεν μανθάνομεν, ὅτι μετὰ τῆς δικαιοσύνης χρεία καὶ γνώμης συντετριμμένης. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται· κἂν δίκαιος ὢν μετὰ ἀλαζονείας προσίῃ, πάντων ἐκπεσεῖται τῶν ἀγαθῶν. Ἀμφότερα τὰ ὑποδείγματα ὁ τελώνης καὶ ὁ Φαρισαῖος ἐδίδαξαν. 55.45 ∆εῖ τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι. Τίς δὲ ὁ τρόπος τῆς εὐχῆς; Μάθε ἀπὸ τοῦ τελώνου, καὶ μὴ αἰσχυνθῇς τοῦτον λαβεῖν διδάσκαλον, τὸν οὕτω τοῦτο κατορθώσαντα, ὡς ἀπὸ ψιλῶν ῥημάτων τὸ πᾶν ἀνύσαι. Ἐπειδὴ γὰρ ἡ διάνοια αὐτῷ καλῶς παρεσκευασμένη ἦν, ἤρκεσε καὶ ῥῆμα ἓν ἀνοῖξαι αὐτῷ τὸν οὐρανόν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ μέλλῃς εὔχεσθαι, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν εὐχήν. Εἰ γὰρ ὁ ἁμαρτωλὸς δίκαιος γέγονεν ἀπὸ τῆς εὐχῆς, ἐννόησον ὁ δίκαιος ἡλίκος ἔσται, εἰ τοιαύτην προσάγειν μάθοι δέησιν. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἁπλῶς ἑαυτὸν