4
ἐκεῖνος, καὶ ἀνελεῖν ἐπεχείρησαν, ἄνθρωπος δὲ βάρβαρος εἰς μεγίστην ἤγαγε τιμήν. Οὕτω τὸν Μωσέα ἀπήλασαν οἱ εὐεργετηθέντες Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἄνθρωπος βάρβαρος Ἰωθὼρ, καὶ πολλῆς αὐτὸν φιλοφροσύνης ἠξίωσεν. Οὕτω τὸν ∆αυῒδ ἀπήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις ἐπαγομένους ἔλυσεν· ὑπεδέξατο δὲ Ἀγχοὺς ὁ βαρβάρων βασιλεὺς, καὶ εἰς πολλὴν ἤγαγε τιμήν. 51.342 Οὕτω καὶ νῦν τὸν Ἠλίαν ἀπήλασαν μὲν Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἡ χήρα. Ὅταν οὖν ἴδῃς τὸν Χριστὸν ἀπελαυνόμενον μὲν παρὰ αὐτῶν, ὑποδεχόμενον δὲ παρὰ τῶν ἐθνῶν, ἄνωθεν τοὺς τύπους καταμαθὼν, μὴ θαυμάσῃς ἐπὶ τῆς τοῦ πράγματος ἀληθείας. Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος, καὶ αὐτὸ τοῦτο αἰνιττομένου. Πρὸς γὰρ τοὺς Ἰουδαίους δυσχεραίνοντας διαλεγόμενος ἔλεγεν, ὅτι Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χήραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ' ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώσαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενοχωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ τινὰ μετανάστην τόπους ἐκ τόπων ἀμείβειν παρασκευάζων. Ὅτι γὰρ ἐθλίβετο καὶ ἐστενοχωρεῖτο, ἄκουσον καὶ τοῦ Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως αὐτὸν λαμβάνειν πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος.
Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων, αὐτὸς ἀνέσεως καὶ τραπέζης ἀπέλαυε πλουσίας, ἴσως ἄν τις ἐνόμισεν ὠμότητος εἶναι τὸ γεγενημένον. Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυφᾷν κακοῖς. ∆ιὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ' αὐτῷ. Οὐ γὰρ ἂν εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν ἀπειλὴν, εἰ μὴ ἀπὸ πολλοῦ τοῦ ζήλου τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν. ∆ιόπερ καὶ ἥδιον ἦν αὐτῷ στενοχωρεῖσθαι, καὶ σωφρονιζομένους αὐτοὺς ὁρᾷν, ἢ τῆς ἀνάγκης ἀπαλλαγέντας τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν.
ςʹ. Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως
τὴν ἑαυτῶν ἀσφάλειαν προδιδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν· καὶ ταῦτα ἀμφότερα διωρθώσατο, τὴν τῆς φύσεως ἐναλλάξας ἀσθένειαν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκούοντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ 51.343 τῶν ἀποκαλύψεων τῶν αὐτοῦ, φησίν· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι,