4
ἀναγκαῖον γυμνάσιον, κοσμικὸν διδασ καλίον, δόγμα ἐμπρόθεσμον, παρερχόμενον μυστήριον. 9.6 Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν τοῦ κόσμου τὸ φῶς.
10.1 Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκ νὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα· "Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας". 10.2 ∆ιὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.
11.1 Ἔπασχε μὲν οὖν καὶ Αἴγυπτος ὁμολογουμένως τὴν τῶν πρωτοτόκων
πληγὴν καὶ πᾶς ὁ προγενὴς ἀπέθνησκε δῆμος, ἵνα ὁ μὲν σκληροτράχηλος Φαραὼ καὶ οὕτω βραδέως παιδευθῇ ταῖς πρώταις πληγαῖς μὴ πεπαιδευμένος, ὁ δὲ Ἰσραὴλ καὶ ἐν τούτοις παραδόξως σωθῇ, καὶ Θεὸς ἐν πᾶσι δοξασθῇ· Αἰγύπτῳ μὲν οὖν τὸ πάθος ἐν πληγῇ, τῷ δὲ Ἰσραὴλ τὸ πάσχα ἐν ἑορτῇ, διὸ καὶ ὀνομάζεται ἑορτὴ πάσχα Κυρίου. Πολλὰ καὶ ἕτερα τῆς μελλούσης Θεοῦ φιλανθρωπίας μυστήρια, ἔχει γὰρ ὧδε πᾶς ὁ περὶ τούτων λόγος· Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα· ὅταν δὲ ἡ ἐξ οὐρανῶν ἔνδικος ὀργὴ ἀποκαλυφθῇ καὶ ὁ μέγας θυμὸς ἐπὶ πᾶσαν τὴν γῆν ἐφαπλωθῇ, τότε πρῶτον ἡ δεισιδαίμων καὶ εἰδωλομανὴς πλάνη παταχθήσεται· "Ἐν γὰρ πᾶσι, φησί, θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος". Εἰς δὲ τὰ πρωτότοκα πάντα ἡ πληγή, ἐπειδὴ τὰ πρεσβεῖα τῶν χρόνων ἐκδικοῦντες ἑαυτοῖς πρεσβύτερα πάν των ἔσχον καὶ τὰ τῆς εἰδωλολατρείας δουλεύματα. Σκοτεινὴ δὲ καὶ κατὰ νύκτα ἡ πληγή, σκοτεινὰ γὰρ καὶ σκυθρωπὰ καὶ ἀμειδῆ καὶ ἀφεγγῆ καὶ ἀνήμερα τῶν σκοτεινῶν ἔργων καὶ δαιμόνων τὰ δικαιωτήρια· "∆ώσω" γάρ φησι "τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα πῦρ ἀτμίς· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ", καί· "Οὐ, φησίν, οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου; Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὃν τρόπον γὰρ ἂν φύγῃ ἀνὴρ ἀπὸ προσώπου λέοντος καὶ συναντήσῃ αὐτῷ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν καὶ ἀπερείσηται χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις, καὶ οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ σκο τία καὶ οὐκ ἔστι φέγγος ἐν αὐτῇ." Τὸ δὲ "αἷμα εἰς σημεῖον" τῆς τοῦ Χριστοῦ σφραγίδος τὸ ἔναιμον μυστήριον· "σημεῖον" δὲ, οὔπω αὐτὸ τὸ ἀληθές, ἀλλὰ μελλούσης ἀληθείας τὸ σημεῖόν ἐστι σημεῖον· ὅσοι γὰρ ἔχουσι τὸ σημεῖον τὸ δι' αἵματος ἐπὶ τῶν ψυχῶν ὡς ἐπὶ τῶν οἰκιῶν ἐντετυπωμένον ὁμοῦ καὶ κεχρισμένον, τούτους πάντας ἡ ὀλοθρεύουσα πληγὴ παρε λεύσεται· "Ἐν αἷς γὰρ οἰκίαις, φησίν, ἐὰν σκέψηται τὸ αἷμα, σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ".
15.2 Τὸ μὲν οὖν "αἷμα ὡς σημεῖον" φυλακτήριον· τὸ δὲ "ἐν ταῖς οἰκίαις" ὡς
ἐν ταῖς ψυχαῖς, τοῦτο γάρ ἐστι θείου πνεύματος τὸ ἐκ πίστεως ἱεροπρεπὲς