1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

Λέγωμεν δὴ πρῶτον τί οὗτος ὁ μὴν ἡ ἀρχὴ τῶν μηνῶν, διὰ τί δὲ οὗτος ὁ μὴν ὁ τοῦ πάσχα ἐστὶ πρῶτος ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· δεύτερον τί τὸ πρόβατον τῇ δεκάτῃ τοῦ μηνὸς λαμβανόμενον, καὶ τὸ πρόβατον τέλειον ἐνιαύσιον, τίς ὁ γείτων καὶ τὶς ὁ προσλαμβανόμενος πλησίον, διὰ τί δὲ μέχρι τῆς τεσσαρεσ καιδεκάτης συντηρεῖται τὸ πρόβατον, εἶτα πρὸς ἑσπέραν θύεται· "καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν"· τί τὸ αἷμα τὸ ἐπὶ τοὺς δύο σταθμοὺς καὶ ἐπὶ τὴν φλιάν, διὰ τί δὲ ἐν νυκτὶ τὰ κρέα ἐσθίουσι, καὶ ταῦτα ὀπτὰ πυρί, οὔτε ὠμὸν οὔτε ἡψημένον ἐν ὕδατι· ἢ τί τὸ "Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐνδοσθιδίοις", διὰ τί δὲ "ὀστοῦν οὐ συντρίψετε"· καὶ τίνα τὰ ἄζυμα μετὰ πικρίδων, διὰ τί δὲ "μετὰ σπου δῆς ἔδεσθε" τὸ πάσχα· τίνες αἱ ὀσφύες αἱ περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσί, καὶ τί τὸ "Πάσχα Κυρίου" καὶ τὸ "αἷμα σημεῖον ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου", διὰ τί δὲ "ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε"· διὰ τί ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, ὁ δὲ οἰκογενὴς περιτμηθήσεται, τί δὲ τὸ "Ἐν οἰκίᾳ μίᾳ βρωθήσεται, καὶ ἔξω ἐκ τῶν κρεῶν οὐκ ἐξοίσετε, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ ποιήσει αὐτό-τίς ἡ συναγωγή-. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ' ἀμφοτέρων νόμος".

7.1 Οἱ μὲν οὖν τύποι καὶ τὰ σύμβολα καὶ τὰ μυστήρια, ἐν Ἰσραὴλ μὲν ὁρατῶς

γινόμενα, ἐν ἡμῖν δὲ πνευματικῶς τελεσιουργούμενα. Μικρὰ δὴ περὶ τούτων διαλεχθέντες οὕτως ἐπαγάγωμεν τὰ τῆς ἀληθείας μυστήρια· τίς μετὰ τὸν νόμον Ἰησοῦ Χριστοῦ ἐπιδημία, διὰ τί δὲ ἦλθε καὶ μετὰ σώματος· τί τὸ πάσχα ὃ ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν, διὰ τί δὲ ὁ λόγῳ νεκροὺς ἀναστήσας οὐχὶ καὶ πάντῃ τῷ θανάτῳ ἐπετίμησε ζῶν, διὰ τί δὲ καὶ ὅλως ὑπέμεινε θάνατον διὰ ξύλου· τίς ἡ ἄκανθα ἣν ἐστεφανώσατο, ἢ τί τὸ ὄξος ὃ ἔπιε καὶ ἡ χολή, καὶ τίς ἡ ἀνοιγομένη πλευρὰ ἐξ ἧς ἔρρευσεν αἷμα καὶ ὕδωρ· διὰ τί εὔχεται παρελθεῖν τὸ ποτήριον ὃ πάντως ἦλθε πιεῖν· τίνες οἱ λῃσταὶ οἱ συγκρεμάμενοι, καὶ τίς ὁ ἐξ ἀμφοτέρων ἐν τῷ παραδείσῳ· διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον "ἐν τῷ παρα δείσῳ" καὶ γινόμενον "σήμερον"· τίς ἡ τριήμερος ἣν ὑπὸ γῆν ἔμεινε, διὰ τί δὲ πρῶται αὐτὸν ὁρῶσιν αἱ γυναῖ κες καὶ εὐαγγελιζόμενος λέγει· "Γυναῖκες χαίρετε". Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή· ἐπισιτισάμενοι δὲ τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καὶ πίοντες τὸ τῆς εὐφροσύνης ποτήριον, αὐτὸ τὸ ζέον καὶ ἔμπυρον, αἷμα μὲν δὴ ἄνωθεν θερμῷ τυπωθὲν πνεύματι, λόγῳ ἀναλαβόντες <εἴπωμεν> πρῶτον μὲν τίς νόμος καὶ τίς νόμου οἰκονομία, οὕτως γὰρ γνωσόμεθα ἐκ παραβολῆς τίς λόγος καὶ τίς λόγου ἐλευθερία. Νόμος ὁ διὰ Μωϋσέως ποικίλων καὶ ἀναγκαίων δογμάτων ἀθροϊσμός ἐστι, πάντων ἐρανισμὸς κοινωφελὴς τῶν ἐν τῷ βίῳ καλῶν, μίμημα μυστικὸν τῆς ἐν οὐρανῷ πολιτείας, λύχνοι καὶ λυχνίαι καὶ πῦρ καὶ φῶτα τῆς ἄνω λαμπαδουχίας τὰ τιμήματα.

9.2 Νόμος ὁ διὰ Μωϋσέως θεοσεβείας τὸ προτύπωμα, εὐτάκτου πολιτείας τὸ

πρόσταγμα, τῆς πρώτης ἁμαρτίας τὸ κώλυμα, τῆς μελλούσης ἀληθείας τὸ αἴνιγμα. 9.3 Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, δακτύλῳ Θεοῦ καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο. 9.4 Νόμος ὁ διὰ Μωϋσέως εὐσεβείας ἀρχηγός, δικαιοσύνης ὁδηγός, τυφλῶν φωτισμός, ἀφρόνων ἔλεγχος, νηπίων παιδαγωγός, ἀγνωμονούντων δεσμός, σκληροτραχήλων χαλινὸς καὶ τῶν ἑτεροζυγούντων ἀνάγκης ζυγός. 9.5 Νόμος ὁ διὰ Μωϋσέως ἄγγελος Χριστοῦ, πρόδρομος Ἰησοῦ, κῆρυξ καὶ προφήτης μεγάλου βασιλέως, σοφὸν παιδευτήριον,