κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας, καὶ μετὰ τὴν πρώτην παράταξιν καὶ δευτέραν ἑπομένην αὐτῇ παρασκευάζειν, ἑκατέρωθεν δὲ τῆς παρατάξεως τῆς φυλαττούσης τὴν μέσην ἀκοντιστὰς καθιστᾶν, ψιλούς τε καὶ σφενδονήτας. 3.4 Εἰ δὲ καὶ ἑτέρας ὁδοὺς λέγεται εἶναι δεξιὰ καὶ εὐώνυμα τῆς παρατάξεως τῆς φυλαττούσης τὴν δημοσίαν ὁδόνμὴ σύνεγγυς ἀλλὰ πόρρωθεν, ἃς οἱ ἀκρῖται ἀτραποὺς καλοῦσι, δέον καὶ ταύτας κρατεῖσθαι μετὰ πεζῶν καὶ φυλάττεσθαι ἀσφαλῶς, μή ποτε μανθανόντων τῶν πολεμίων τὴν δημοσίαν ὁδὸν ἐν ἀσφαλείᾳ κρατεῖσθαι μετὰ πλήθους λαοῦ εἰς ἑτέραν τῶν ἐκ πλαγίων ὁρμήσωσι καί, εἰ μὴ καλῶς καὶ ἀσφαλῶς φυλάττηται, εὕρωσιν ἐκεῖθεν πάροδον καὶ γενηθῶσιν ἐκ πλαγίου ἢ καὶ ἐκ νώτου τῶν παρατάξεων καὶ περισπασμὸν καὶ φόβον τῷ ῥωμαϊκῷ στρατῷ προξενήσουσιν. 3.5 Ἀμφοτέρων δὲ ἀσφαλῶς φυλαττομένων, ἢ πρὸς μάχην τῶν πολεμίων ὁρμώντων Θεοῦ συνεργίᾳ καταισχυνθήσονται, ἢ ὀρρωδίᾳ κατασχεθέντες δι' ἄλλης ὁδοῦ, πολλῶν ἡμερῶν διάστημα ἀπεχούσης, τὴν ὁρμὴν ποιήσονται. Καὶ ὡς ἐντεῦθεν δύο κακὰ προσγένωνται τοῖς ἐχθροῖς· ἓν μὲν ταλαιπωρηθῆναι τῷ τῶν πολλῶν ἡμερῶν διαστήματι καταλιποῦσι τὰ τούτων ἄπληκτα καὶ τὴν εὐθεῖαν ὁδόν, ἕτερον δέτὸ καὶ ἀπώλειαν αὐτοῖς ἐπάγοντὸ αὐτοὺς μὲν δειλανδρῆσαι καὶ ἀθυμίᾳ ὑποβληθῆναι, τοὺς δὲ Ῥωμαίους προθυμωτέρους καὶ εὐτολμωτέρους πρὸς τὸν κατ' αὐτῶν πόλεμον γενέσθαι. 3.6 Οἷον δὴ καὶ ἐν τοῖς ἄνω χρόνοις Ἀλῇ τῷ υἱῷ τοῦ Χαμβδᾶ ἐκ τρίτου παθεῖν συμβέβηκεν· δὶς μὲν ἐν τοῖς χρόνοις τοῦ ἀοιδίμου καὶ τρισμάκαρος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου βασιλέως, ἅπαξ δὲ ἐπὶ τοῦ καλοῦ βασιλέως Ῥωμανοῦ, τοῦ μακαρίτου υἱοῦ αὐτοῦ. Καὶ πάντες σχεδὸν τὴν τότε γεναμένην πανωλεθρίαν τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀκριβῶς ἐπίστανται· ἀλλὰ καὶ ὁ λαὸς τῶν Ταρσέων καὶ τῆς τῶν Κιλίκων χώρας ἐν διαφόροις τόποις τῶν στενωμάτων παρὰ τῶν τότε τῆς ἄκρας προνοουμένων στρατηγῶν κατετροπώθησαν. 4.τ Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις, καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντασ 4.1 Χρὴ δὲ καὶ τοῦτο διὰ σκοποῦ καὶ μελέτης ἔχειν τὸν στρατηγὸν καὶ πᾶσαν σπουδὴν τίθεσθαι, λάθρα καὶ ἀδοκήτως, εἰ οἷόν τε, τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ποιεῖσθαι· τοῦ γὰρ τοιούτου ἐπιτηδεύματος τυγχάνων ὁ στρατηγός, καὶ μετ' ὀλιγοστοῦ λαοῦ πολλοὺς τῶν πολεμίων κατατροπώσεται. 4.2 Εἰ δέ, ὡς ἀνωτέρω δεδήλωται, καὶ τόπου ἐπιτύχῃ ἐν τοῖς στενώμασιν ἐκ δύο μερῶν τὸν κατὰ τῶν ἐχθρῶν πόλεμον τὸ ἐπιτήδειον ἔχοντος, ἀδιστάκτως ἔχεσθαι τοῦ πολέμου· καὶ καλῶς συντάσσων τὸν ὑπ' αὐτὸν λαὸν Θεοῦ συνεργίᾳ κατὰ κράτος τοὺς πολεμίους τροπώσεται. 4.3 Πλὴν κατὰ πολύ ἐστι λυσιτελέστερον καὶ ἁρμοδιώτερον, ὑπὲρ τοῦ προσυπαντᾶν τοὺς πολεμίους μέλλοντας ἐξιέναι κατὰ Ῥωμανίας, ὅτε μᾶλλον ἀπὸ τῶν ἡμετέρων χωρῶν πρὸς τὴν ἰδίαν ἐπαναστρέφουσι· τότε γὰρ διὰ τὸ ἐπὶ πολὺ χρονοτριβῆσαι αὐτοὺς ταῖς ῥωμαϊκαῖς χώραις, μεγάλως συντρίβονται καὶ ταλαιπωροῦνται. Εἰ τύχῃ δὲ καὶ πλῆθος πραγμάτων καὶ ἀνδραπόδων ἐπιφέρονται καὶ κτηνῶν, καὶ αὐτοί τε καὶ οἱ ἵπποι αὐτῶν κατάκοποι ὄντες ἐν καιρῷ πολέμου ἐκλελυμένοι εὑρίσκονται, σπεύδοντες καὶ ἐπιθυμοῦντες τάχιον τὴν ἰδίαν καταλήψεσθαι χώραν. 4.4 Ἄλλως τε δὲ καὶ τὰ τῶν Ῥωμαίων στρατεύματα ἐν τῇ τῶν ἡμερῶν παρατάσει οὐ μόνον τὰ πλησίον τῶν κλεισουρῶν τάχιον ἐπισωρεύονται, ἀλλὰ καὶ τὰ πόρρω τυγχάνοντα· καὶ εἰς πλῆθος ἐπισυνίστανται ἱκανόν, καὶ καλῶς πρὸς πόλεμον καὶ ἐξαρτύονται καὶ παρασκευάζονται. Καὶ τότε μᾶλλον, καθάπερ προέφημεν, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ὁ κατ' αὐτῶν πόλεμος ἀδίστακτον ἔχει τὴν νίκην. 4.5 ∆ιὸ χρὴ τὸν στρατηγὸν μηδέπω ἐν τῇ ὑποστροφῇ καταλιμπάνειν. Τὸ δὲ ἐν τῇ ἐξελεύσει τῶν πολεμίων παρασκευάζεσθαι προσυπαντᾶν αὐτοὺς πρὸς πόλεμον ἐν τοῖς στενώμασιν