ὑμετέρων, καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα." ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ, ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων, αἳ τοῦ καρποῦ τὸ πρόσωπον ἠγλάϊζον τῷ κάλλει. ἔλαβεν, ἀπεγεύσατο, δέδωκε τῷ συννόμῳ. ἔφαγον ἄμφω τοῦ καρποῦ, μετέσχον τῆς ὀπώρας, παρήκουσαν τῆς ἐντολῆς, ἔφαγον ἐκ τοῦ ξύλου, καὶ παρὰ πόδας τὸ κακὸν αὐτοῖς ἐπηκολούθει. ἠνοίγησαν τὰ βλέφαρα, κατεῖδον τὴν αἰσχύνην, ἐπέγνων τὴν γυμνότητα καὶ τὴν ἀσχημοσύνην. ἐντεῦθεν ὑπεδύοντο τὰς βαθυσκίους λόχμας, ἐπέτρεχον τὰ λάσια καὶ τὰ πυκνὰ τῶν δένδρων, ἔρραψαν περιζώματα φύλλων ἐκ παχυφύλλων, ὑπὸ φυτὸν κατέφυγον, ἔδραμον ὑπὸ σκέπην, χανεῖν αὐτοῖς ἐπηύχοντο τὴν γῆν πλατὺ τὸ στόμα. ἐπέγνω ταῦθ' ὁ φυτουργὸς τῶν εὐκηπεύτων δένδρων, ἐπέστη δραπετεύουσι τοῖς ἀρχηγοῖς τοῦ γένους, ὠνείδισε τὴν ἄγνοιαν, ἐκάκισε τὴν πλάνην, καὶ τί μακρὰ λογολεσχεῖν; ἀπήλασεν ἐκεῖθεν, ἐκόλασεν ἐργώδεσι βαρείαις ἐργατείαις. τὴν γῆν τὴν ζωοθρέπτειραν ἠπείλησεν ἐκφύειν ἄκανθαν κνίζουσαν αὐτοῖς, τριβόλους ὀξυκέντρους. ὠδῖνας ἐπηράσατο δριμείας μογοστόκους Εὔᾳ τῇ πρωτομήτορι τῇ πρωτοπαθησάσῃ. Καὶ τοίνυν ὁ ταλάντατος καὶ δύσποτμος γενάρχης, ἀπελαθῆναι δυσκλεῶς ἐκεῖθεν δυστυχήσας, κατῴκησεν ἀπέναντι τοῦ τῆς τρυφῆς χωρίου. καὶ δερματίνην ἐνδυθεὶς σαρκὸς ἀντιτυπίαν καὶ γνοὺς τὴν Εὔαν ἐμπαθῶς Ἀβὲλ γεννᾷ καὶ Κάϊν. καὶ Κάϊν μὲν αὐλακισμοῖς προσεῖχε πεδιάδων καὶ τὰς ἀρούρας ἔσπευδε ποιεῖν ταυροπολεύτους, ὁ δ' Ἀβὲλ ὁ νεώτερος ποιμαντικὴν μετῄει. προσῆξεν οὖν ἑκάτερος τὰς ἀπαρχὰς τῶν πόνων. καὶ τοῦ μὲν Ἀβὲλ ὁ θεὸς προσήκατο τὰ δῶρα ὡς προσενέγκαντος ὀρθῶς καὶ τεθεραπευκότος, τοῖς δὲ δωροφορήμασι τοῦ Κάϊν οὐ προσέσχε. τὸ πρόσωπον συνέπεσεν ἐντεῦθεν τὸ τοῦ Κάϊν. τὸν Ἀβὲλ ὑπεβλέπετο βλεφάροις μισαδέλφοις, καὶ τῷ μηδὲν πικράναντι μηδὲ λελυπηκότι ἐπενεγκεῖν ἐσκέπτετο παλάμας φονευτρίας· τὴν γὰρ τοῦ φθόνου κάμινον βρέμουσαν εἶχεν ἔνδον. τοῦτο καὶ δὴ τετόλμηκε, φεῦ ἀπανθρώπου γνώμης! καὶ τοὺς θεσμοὺς οὐκ αἰδεσθεὶς οὓς αἰδοῦνται καὶ θῆρες, τὸν ἀδελφὸν παρέπεμψε ταῖς τοῦ θανάτου γνάθοις. ὀργίλως εἶδεν ὁ θεὸς εἰς τὸν ἀδελφοκτόνον, ἀραῖς ὑπέβαλεν αὐτὸν ταῖς παλαμναιοτάταις. ἐντεῦθεν Κάϊν ἐλασθεὶς τῆς πρώτης παροικίας καὶ γῆν πολλὴν ἐπιδραμὼν ἔπηξε τὰς αὐλαίας ἔνθα καλὸν τοῖς ὀφθαλμοῖς ἐκείνου κατεφάνη, καὶ πρῶτος ἐπενόησε πόλεις ὀχυροπύργους. νηχύτου γενομένου δὲ τοῦ γένους τῶν ἀνθρώπων ὁδίταις ἐπετίθετο, λῃστείαις ἐπεχείρει, ἐσκύλευε, διήρπαζεν, ἔχραινε χεῖρας φόνοις. Ὡς δ' εἶχον ἀπαράκλητον τὸ πένθος οἱ γενάρχαι, ἐκ παλαμῶν φονοεργῶν Ἀβὲλ ἀπολωλότος, τὸν Σὴθ αὐτοῖς τὸν δίκαιον θεὸς ἀντιδωρεῖται, ὃς ἔθηκεν ὀνόματα τοῖς οὐρανίοις ἄστροις. Ἐντεῦθεν ὡς βαθύρριζον δένδρον ἡ θνητὴ φύσις εἰς πληθυσμὸν καὶ πλατυσμὸν ἐληλακυῖα πλείω εἰς πᾶν τὸ πρόσωπον τῆς γῆς ἦν διασπειρομένη, καὶ πάντῃ περιτρέχουσα πᾶσαν ἐπλήρου χθόνα. ἐκκυλισθεῖσα δὲ λοιπὸν εἰς παρανόμους πράξεις εἰς πᾶν ἐφέρετο κακὸν ὡς ἵππος εἰς πεδίον, ὡς εἰς τὸ καταντὲς τροχός, κατὰ πρανοῦς ὡς ὕδωρ, ἕως εἰς βόθρον δυσσεβοῦς πλάνης καταρραγεῖσα θεοποιεῖν κατήρξατο καὶ σέβειν τὰ στοιχεῖα καὶ τὴν τιμὴν ἀντὶ θεοῦ τοῖς κτίσμασι προσφέρειν. Ἦν δέ τις Νῶε δίκαιος ἐν τοῖς τοῦ Σὴθ ἐγγόνοις, ἔνατος ἐκ τοῦ σπέρματος Ἀδὰμ τοῦ πρωτοπλάστου. ὃς μετιὼν τῆς ἀρετῆς τὴν ἐννομοπραγίαν, καὶ τὴν κακίαν ἐκ ψυχῆς ἀποστυγῶν καὶ φεύγων, τοὺς φαυλουργοὺς καὶ δυσσεβεῖς ἔσπευδε σωφρονίζειν. ἐπεὶ δ' οὐκ ἔπειθεν αὐτοὺς τῶν φαύλων ἀποσχέσθαι, μετέστη μὲν ἀπὸ τῆς γῆς ἔνθα τὸ πρῶτον ἔφυ, μέτοικος δὲ γενόμενος ἀλλοδαποῖς ἐν ὅροις τὴν ὑμνουμένην κιβωτὸν ὡρίσθη τεκτονῆσαι καὶ ζῷον ἅπαν ἐν αὐτῇ χερσόϋγρον ἐγκλεῖσαι, ὡς σπέρμα χρηματίσαιεν καὶ ζώπυρον τοῦ γένους. ἐπείσθη Νῶε τῷ θεῷ, τὸ κελευσθὲν ἐποίει, ξυλοστεγὲς εἰργάζετο τῆς κιβωτοῦ τὸ κύτος, μυρίους ἔνδον ἑλιγμοὺς λαβυρινθώδεις φέρον. καὶ Νῶε μὲν ἐνέθετο τῇ κιβωτῷ τὰ ζῷα, ποντογενῆ,
5