1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

γνησίου παιδὸς διενηνοχὼς οὐδὲν ἢ ἐλλείπων τῆς πρὸς τὸν δεσπότην κατὰ πάντα μιμήσεως. φ καὶ τί γὰρ ἀλλ' εἰ φαίη τις αὐτοὺς ὁλόκληρον ἐν βραχεῖ τύπον ἐκκλησιαστικοῦ συστήματος περιειληφέναι, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας, πρεσβυτερίου μὲν ἐν αὐτοῖς ἠξιωμένου τοῦ Παμφίλου διακονίας τε τοῦ Οὐάλεντος τήν τε τῶν ἐπὶ τοῦ πλήθους ἀναγινώσκειν εἰθισμένων τάξιν εἰληχότων ἑτέρων ὁμολογίαις τε διὰ καρτερικωτάτης μαστίγων ὑπομονῆς ἔτι πάλαι πρὸ τοῦ κατὰ τὸ μαρτύριον τέλους τοῦ Σελεύκου διαπρέψαντος καὶ τὴν τῆς στρατιωτικῆς ἀξίας ἀποβολὴν ἐρρωμένως καταδεξαμένου τῶν τε λοιπῶν ἐπὶ τούτοις διὰ κατηχουμένων καὶ πιστῶν τοὐπίλοιπον τῆς ὡς ἐν εἰκόνι σμικρᾷ μυριάνδρου ἐκκλησίας ἀφομοίωμα φερούσης ἀναπληρούντων. γ οὕτω παράδοξον τὴν τοσούτων καὶ τηλικούτων μαρτύρων ἐκλογὴν ἐθεωρήσαμεν, καθ' ἣν καίτοι γε οὐ πολλοῖς τὸν ἀριθμὸν οὖσιν ὅμως οὐδὲν ἀπέδει ταγμάτων ἐν ἀνθρώποις εὑρισκομένων. οἷα γοῦν ἐν πολυχόρδῳ λύρᾳ ἐξ ἀνομοίων, συνεστώσῃ χορδῶν, ὀξειῶν καὶ βαρειῶν τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων εὖ διηρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τούτων νέοι κατὰ τὸ αὐτὸ καὶ πρεσβύται δοῦλοί τε ὁμοῦ καὶ ἐλεύθεροι λόγιοί τε καὶ ἰδιῶται ἄδοξοί τε κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν καὶ ἐπίδοξοι πιστοί τε καὶ κατηχούμενοι ἅμα καὶ διάκονοι σὺν πρεσβυτέροις, οἱ πάντες ὡς ἂν ὑφ' ἑνὸς πανσόφου μουσουργοῦ, τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου, ποικίλως ἀνακρουσθέντες καὶ τῆς ἐν αὐτοῖς ἕκαστοι δυνάμεως διὰ τῆς τῶν βασάνων ὑπομονῆς ἐνδειξάμενοι τὴν ἀρετήν, τούς τε τῆς ὁμολογίας λαμπροτάτους καὶ ἐμμελεῖς ἁρμονίους τε καὶ συμφώνους ἐπὶ τῶν δικαστηρίων φθόγγους ἀποδεδωκότες ὑφ' ἓν καὶ ταὐτὸ τέλος, τὴν εὐσεβεστάτην καὶ πάνσοφον διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως τῷ θεῷ τῶν ὅλων ἀπεπλήρωσαν μελῳδίαν. η ὑπερθαυμάζειν δὲ ἄξιον καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν προφητικόν τι χάρισμα καὶ ἀποστολικὸν δηλοῦντα· δώδεκα γὰρ εἶναι συνέβη τοὺς πάντας ὁπόσους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους γενέσθαι παρειλήφαμεν. ι οὐ παρετέον οὐδὲ τὰς κατὰ μέρος ἑκάστου πολυτλήτους ἀνδρείας, τὰς κατὰ τῶν πλευρῶν ξέσεις καὶ τὰς διὰ τριχῶν αἰγείων ὑφῆς κατὰ τῶν ξεσθέντων τοῦ σώματος μερῶν ἐκτρίψεις τάς τε ἀνηκέστους μάστιγας καὶ τὰς πολυτρόπους καὶ ἐνηλλαγμένας βασάνους δεινάς τε καὶ δυσκαρτερήτους στρεβλώσεις ἃς ἐπικελευομένου τοῦ δικαστοῦ χερσὶν καὶ ποσὶν ἐπιτείνοντες οἱ δορυφόροι τῇ βίᾳ κατηνάγκαζον πρᾶξαί τι τῶν ἀπειρημένων τοὺς μάρτυρας. k τί χρὴ λέγειν τὰς ἀειμνήστους τῶν θεσπεσίων φωνὰς ἐν αἷς ἧττον πεφροντικότες τῶν πόνων λαμπρῷ καὶ φαιδρῷ τῷ προσώπῳ τὰς τοῦ δικαστοῦ πεύσεις ἠμείβοντο, πρὸς αὐταῖς βασάνοις γελῶντες ἀνδρικῶς ἤθει τε σπουδαίῳ κατειρωνευόμενοι αὐτοῦ τὰς ἐρωτήσεις; ἐρομένου γὰρ ὁπόθεν εἶεν, τὴν ἐπὶ γῆς πόλιν φράζειν παρέντες, τὴν ὄντως ἑαυτῶν ἀνεδήλουν πατρίδα, ἀπὸ Ἱερουσαλὴμ ἑαυτοὺς ἀναγορεύοντες· ἐνέφαινον δὲ ἄρα κατὰ τὸν αὐτῶν νοῦν τὴν ἐπουράνιον τοῦ θεοῦ, ἐφ' ἣν καὶ ἔσπευδον, πόλιν. λ καὶ ἄλλα δὲ τοιουτότροπα, ἄγνωστα μὲν καὶ ἀσύνοπτα τοῖς τῶν ἱερῶν ἀγεύστοις, μόνοις δὲ αὐτοῖς καὶ τοῖς ἐκ τῆς θείας πίστεως ὡρμημένοις ἀριδηλότατα προέφερον· ἐφ' οἷς δὴ μάλιστα ὁ δικαστὴς ἀγανακτικῶς καὶ μάλα ὀργίλως σφαδᾴζων καὶ τὸν λογισμὸν ἀπορούμενος, ποικίλας, ὡς ἂν μὴ ἡττηθείη, τὰς κατ' αὐτῶν ἐπενόει μηχανάς· ἔπειτα πεσὼν τῆς ἐλπίδος, τέλος ἑκάστῳ τὰ τῆς νίκης ἀποφέρεσθαι παρεχώρει βραβεῖα. m ποικίλος δ' ἦν αὐτῶν καὶ ὁ τῆς τελευτῆς τρόπος, δυεῖν μὲν τῶν ἐν αὐτοῖς κατηχουμένων τῷ διὰ πυρὸς βαπτίσματι τελειωθέντων, ἑτέρου δὲ τῷ τοῦ σωτηρίου πάθους σχήματι παραδοθέντος, τῶν δὲ ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα διαλλάττουσι βραβείοις ἀναδησαμένων. τάδε μὲν οὖν φαίη ἄν τις καθολικώτερον τούτων μεμνημένος· 11.2 κατὰ μέρος δὲ ἕκαστον ἐπεξιὼν εἰκότως ἂν τοῦ χοροῦ τὸν