1

 2

 3

 4

 5

 6

 7

5

ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγο ραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον.

ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τε λείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκί νητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγε μονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοι αύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ' ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ' ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐ ρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν. ∆ηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμ πνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμε νόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύ ριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦ ται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύ σεις χωρίζουσιν.

ΙΒʹ. ∆ιὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλη τος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτι μίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος 36.445 ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ' οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλο τρίων, ἀλλ' ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυ ρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχό θεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χα ρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλι κὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος), διὰ τὴν ἀνά βασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι' ὧν ὑμνεῖται Θεός. Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέ σθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ' ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνη τον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.

ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ· καὶ, Ἀνα παύσεται ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέ κτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ