5
τοῦ ἀνθρώπου καὶ τὴν κτίσιν ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς δεσποτείας 21 οὐκ ἐποίησε. μὴ εἴπῃς· τὰ ἐν τῷ ἀέρι φερόμενα πῶς ἐμοὶ διαφέρει; διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται. †
Καὶ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς ποῦ ἔχεις τὸ Κατ' εἰκόνα γεγενῆσθαι θεοῦ; Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. τί οὖν ἐστιν ἄνθρωπος; ἐξ ὧν ἀνέγνωμεν καὶ ἐξ ὧν ἠκούσαμεν ὁρισώμεθα. οὐκέτι γὰρ ἡμῖν χρεία δανείζεσθαι ὅρους ἀλλοτρίους οὐδὲ τὰ ἐκ τῆς ματαιότητος ἐπεισάγειν τῷ λογισμῷ τῆς ἀληθείας. ἄνθρωπός ἐστι ποίημα θεοῦ λογικὸν κατ' εἰκόνα γενόμενον τοῦ κτίσαντος αὐτόν. εἴ τι λείπει τῷ λόγῳ τούτῳ, οἱ πολλὰ προσαναλώσαν τες τῇ ἀναλήψει τῆς φθειρομένης σοφίας ἐπισκεψάσθωσαν. Κατ' εἰκόνα θεοῦ γέγονεν ἄνθρωπος. Καὶ εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. αὕτη καὶ ἰχθύων εὐλογία· Καὶ εἶπεν ὁ θεός Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. καὶ ἐγένετο οὕτως. εἶτα Καὶ εἶπεν ὁ θεός Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα. τί οὖν περισσόν; ἀναγκαίως ταῦτα. καὶ τὰ κοινά σοι ἐχαρίσατο 22 καὶ τὰ ἴδιά σε ἀναμένει. αὐξάνῃ γὰρ ὡς καὶ τὰ λοιπὰ ζῷα, ἀπὸ μικροῦ τοῦ πρώτου ταῖς κατ' ὀλίγον προσθήκαις ἐπὶ τελείωσιν ἔρχῃ. οὕτω καὶ ἵπποι καὶ κύνες, οὕτω καὶ ἀετοὶ καὶ κύκνοι καὶ πάντα ἅπερ ἂν εἴπῃς διὰ μικρᾶς τῆς πρώτης κυήσεως τῇ κατ' ὀλίγον προσθήκῃ τὸ τέλειον τῆς αὐξήσεως ἀπολαβόντα πάλιν διὰ τῆς μειώσεως εἰς τὸ ἔλαττον ὑποστρέ φει. ἃ τοίνυν κοινὰ τῆς φύσεως ἦν, καὶ ἡμῖν ἐδωρήσατο. Αὐξάνεσθε, τουτέστι· τρέφεσθε, μικροὶ γεννώμενοι μεγάλοι γίνεσθε καὶ πέρας ἔστω τῆς αὐξήσεως. οὐ γὰρ ἐπειδὴ ἐν τῇ πρώτῃ ἑπταετίᾳ τρεφόμεθα καὶ λαμβάνει ἡμᾶς μεθηλικίω σις ἐπὶ τὴν δευτέραν ἑβδομάδα τῶν ἐτῶν, ἤδη ὀφείλομεν ὁμοίως ἐν παντὶ μέρει τῆς ζωῆς τῆς ἡμετέρας καθ' ἑβδομάδας μεθηλικιοῦσθαι. ἡ πρώτη ἑβδομὰς τὴν παιδικὴν ἡλικίαν 23 ἔχει. ὅροι τῆς παιδικῆς ἡλικίας φανεροὶ ἡ τῶν ὀδόντων μεταβολή· οἱ μὲν ἔπεσαν, οἱ δὲ ὑπεφύησαν. δευτέραν ἔλαβεν ἀρχὴν αὔξησις. εἰς τὰ τέλη τῆς τεσσαρεσκαιδεκάτης ἡ δευτέρα λοιπὸν ἡ τῶν παίδων. πρῶτον γὰρ παιδίον, εἶτα παῖς, εἶτα ἔφηβος, εἶτα ἀνήρ. † ἀπὸ τεσσαρεσκαιδεκάτου ἔτους † ἐνταῦθα οἱ ὅροι τῆς αὐξήσεως.
Αὐξάνεσθε οὖν. οὐκ ἐὰν γένῃ ἑκατὸν ἐτῶν, ἀπὸ πρώτου εἰς ἑκατοστὸν ἔτος αὔξησιν ἐπιδέχῃ, ἀλλὰ τοῦτο τὸ Αὐξάνεσθε ἓν ῥῆμα σοφῶς λεχθὲν προνοητικῶς ᾠκονόμηται· Αὐξάνεσθε μέχρι τινός. † ἀλλ' οὐ † μέτρα τῆς αὐξήσεως. κατὰ τὴν πρώτην σύστασιν τὴν καταβληθεῖσαν ἐν τῇ μήτρᾳ κατεβλήθησαν καὶ οἱ λόγοι τῆς αὐξήσεως. οὐ γὰρ μετὰ ταῦτα νεώτερόν ἐστι τὸ χάρισμα τῆς ἡλικίας ἐπιγενόμενον, ἀλλ' αἱ μητρῷαι καταβολαὶ συγκαταβεβλημένας ἔχουσι τὰς πρὸς τὸ αὐξάνεσθαι ἐπιτη δειότητας. εἶτα προέκυψε τῆς μήτρας, ηὐξήθη τὸ ὅσον ἐν ταῖς ἀγκάλαις τῆς μητρός. ἔπεσαν οἱ ὀδόντες, ἔγνωμεν 24 ὅτι ηὐξήθη τόσον μέτρον. τριετὲς τὸ παιδίον ἐμέτρησεν ὁ πατήρ· οἶδεν ὅτι τὸ διπλάσιον τούτου μέγεθος ἀπο λήψεται ἐν τῇ τελειώσει. ὅσος γὰρ ἐν τῇ τριετίᾳ, δὶς τοσοῦτος ἔσται ἐν τῇ συμπληρώσει τῆς αὐξήσεως. τοῦτο τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως μέχρι πέρατος ὅρου ἀπὸ τῆς ἑβδομάδος τῆς πρώτης ἐπὶ τὴν δευτέραν. ἐκεῖ λοιπὸν ἡ θερμότης πλείων, ἡ διάπλασις τοῦ σώματος ἀραιοτέρα. ἡ ὑγρότης ἐπιλείπει, κραταιοῦται τὰ μέλη. ἐν ἀρχῇ τὰ μέλη χαυνότερά ἐστι τῶν ἐφηλίκων, οἱ ἄνθρωποι οὔπω μὲν τὸ τέλειον ἔχοντες. νεοπαγὴς γὰρ αὐτῶν ἡ σὰρξ ἔτι καὶ πρὸς πόνους καρτερικοὺς ἀνεπιτηδεία. τὸ μὲν κοῦφον καὶ εὐκίνητον ἀπέλαβε λοιπὸν τὸ ζῷον. ἐν δὲ τῇ τρίτῃ λοιπὸν ἑβδομάδι τὸ τέλειον τῆς αὐξήσεως ἀπολαμβάνει. ἔτι δὲ εἰς μῆκος ἡ διανάστασις τοῦ σώματος. μετὰ τὴν τρίτην ἑβδομάδα, ἐπειδὰν ἀναπνεύσῃ ἡ φύσις τῶν καμάτων τῆς ἐπὶ τὸ ἄνω αὐξήσεως, 25 ἄρχεται λοιπὸν εἰς τὰ πλάτη διαβαίνειν καὶ οἱονεὶ περιθεμε λιοῦν τὰ ὑψωθέντα καὶ πάχη αὐτοῖς περιτιθέναι καὶ καρτερὰ ποιεῖν τοῦ σώματος τὰ μέλη. ταῦτα ποιεῖ μὲν ἡ φύσις κατὰ τὴν ἑαυτῆς ἀκολουθίαν. ἐγένετο δὲ ἐξ ἀρχῆς