1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

περιδράσσεσθαι, πῶς ὁ λεπτὸς χοῦς ὁ ἐσκεδασμένος συνήχθη, πῶς ἡ γῆ σὰρξ ἐγένετο καὶ ἡ αὐτὴ ὕλη καὶ ὀστέα ἐποίησε καὶ δέρμα καὶ πιμελὴν καὶ τρίχας, πῶς μιᾶς οὔσης τῆς σαρκὸς διάφοροι αἱ ἰδέαι τῶν μελῶν καὶ αἱ ποιότητες καὶ ἁφαί, πῶς ὁ πνεύμων ἁπαλὸς τὴν ἁφήν, πελιδνὸς τὴν χρόαν, τὸ ἧπαρ στριφνὸν καὶ ἐρυθρόν, ἡ καρδία πεπιλημένη καὶ σκληρότατον μόριον ἐν σαρκί, ὁ σπλὴν ἀραιὸς καὶ μέλας, ὁ ἐπίπλους λευκὸς καὶ ὡς δίκτυον ἁλιευτικὸν συμπεπλεγμένος παρὰ τῆς φύσεως.

Σκεψώμεθα κἀκεῖνα, πῶς ἡ πρώτη γυνὴ ἀπὸ μικροῦ μέρους τῆς πλευρᾶς ὑπέστη ζῷον ὁλόκληρον ὅμοιον τῷ τελείῳ καὶ πρώτῳ καὶ τὸ μέρος πρὸς πάντα διήρκεσε καὶ τὸ ὀλίγον τὸ πᾶν συνεστήσατο· ἡ πλευρὰ ἐγένετο κεφαλή, χεῖρες καὶ πόδες, ἐγκάτων σκολιὰ καὶ ποικίλη διάπλασις, σὰρξ καὶ τρίχες, ὀφθαλμὸς καὶ ῥὶς καὶ στόμα καὶ πάντα ἁπλῶς, ἵνα μὴ μακρὰν ἀπαγάγω τὸν λόγον, πάντα θαυμαστὰ καὶ παράδοξα ἡμῖν τοῖς ὀλίγοις. πρόχειροι δὲ παρὰ θεῷ τῆς κατασκευῆς οἱ λόγοι καὶ λίαν ὁμολογούμενοι· πῶς οὖν σωφρονεῖν δόξουσιν οἱ τὴν μὲν μίαν πλευρὰν συγχωροῦντες γενέσθαι ἄνθρωπον, ἀπὸ δὲ ὁλοκλήρου τῆς τοῦ ἀνθρώπου ὕλης ἀπιστοῦντες τὸν αὐτὸν ἀνακτίζεσθαι; οὐκ ἔστιν, οὐκ ἔστιν ἐπινοίαις ἀνθρωπικαῖς θεοῦ πολυπραγμονεῖν ἐνεργείας· εἰ γὰρ πάντα ἦν ἡμῖν καταληπτά, οὐκ ἂν κρείττων ἦν ἡμῶν ὁ κρείττων. τί λέγω περὶ θεοῦ; οὐδὲ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐπί τινων δυνάμεων 9.256 σύγκρισίν τινα ἔχομεν, ἀλλὰ κἀκείνων ἀπολειπόμεθα. αὐτίκα δρόμῳ μὲν ἡμᾶς ὑπερβάλλονται ἵπποι καὶ κύνες καὶ ἄλλα πολλά, δυνάμει δὲ κάμηλοι καὶ ἡμίονοι, σημειώσει δὲ ὁδῶν οἱ ὄνοι καὶ τὸ τῆς δορκάδος ὀξυωπὸν ἐν ἡμετέροις ὀφθαλμοῖς οὐχ εὑρίσκεται. διὸ εὐγνωμόνων καὶ σωφρονούντων ἐστὶ πιστεύειν τοῖς παρὰ τοῦ θεοῦ λεγομένοις, τοὺς δὲ τρόπους καὶ τὰς αἰτίας τῶν ἐνεργειῶν ὡς ὑπερβαινούσας μὴ ἀπαιτεῖν, ἐπεὶ λεχθήσεται ἑνὶ τῶν πολυπραγμόνων· δεῖξόν μοι τῷ λόγῳ σου τὴν τῶν ὁρωμένων οὐσίωσιν, εἰπὲ ποίᾳ τέχνῃ τὴν πολύμορφον ταύτην ἐργασίαν ἐδημιούργησεν. ἂν γὰρ ταῦτα ἐξεύρῃς, εἰκότως ἀμηχανεῖς καὶ ἀσχάλλεις, διότι τὴν τῆς παλιγγενεσίας μετακόσμησιν ἀγνοεῖς ὁ τῆς γενέσεως τὸν λόγον εἰδώς. εἰ δὲ ὄναρ σοι ἐκεῖνα καὶ φαντασία καὶ πανταχό θεν ἡ ἐπίγνωσις ἄπορος, μὴ ἀγανάκτει, εἰ τὸν λόγον τῆς κατασκευῆς ἀγνοῶν καὶ τὴν διόρθωσιν τοῦ φθαρέντος οὐ συνορᾷς, ὁ αὐτὸς τεχνίτης ἐστὶ καὶ τῆς πρώτης κτίσεως καὶ τῆς δευτέρας μετακοσμήσεως. οἶδεν ὅπως τὸ ἴδιον ἔργον διάλυσιν ὑπομεῖναν συναρμόσει πάλιν εἰς τὴν ἀρχαίαν κατάστασιν.

Εἰ σοφίας χρεία, ἡ πηγὴ τῆς σοφίας παρ' ἐκείνῳ, εἰ δυνάμεως, οὐ χρῄζει συνεργοῦ καὶ συλλήπτορος. οὗτός ἐστιν ὁ κατὰ τὴν φωνὴν τοῦ σοφωτάτου προφήτου μετρήσας τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν μέγαν καὶ ἄπλετον οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί. θεώρησον εἰκόνας ἐναργεῖς σημασίας παρεχομένας τῆς ἀρρήτου δυνάμεως, ἀπόγνωσιν ἐμποιούσας τοῖς λογισμοῖς ἡμῶν τοῦ μηδὲν δύνασθαι ἄξιον τῆς τοῦ θεοῦ φύσεως φαντασθῆναι. παντοδύναμος καὶ ἔστι καὶ λέγεται (τάχα γὰρ οὐ ζυγομαχήσεις πρὸς τοῦτο, ἀλλὰ δώσεις ὡς 9.257 συγκεχωρημένον κρατεῖν), τῷ δὲ πάντα δυναμένῳ οὐδὲν ἄπορον ἢ ἀμήχανον. ἔχεις πολλὰ τῆς πίστεως ἐνέχυρα ἀναγκαστικῶς σε συνελαύνοντα πρὸς τὸ συντίθεσθαι τοῖς παρ' ἡμῶν λεγομένοις· πρῶτον μὲν πᾶσαν τὴν ποικίλην καὶ πολυσύνθετον κτίσιν βοῶσαν παντὸς κηρύγματος εὐση μότερον, ὅτι ὁ μέγας καὶ σοφὸς τεχνίτης ὁ πάντα τὰ βλεπό μενα τεχνησάμενος· πρὸς δὲ ταύτην προμηθὴς ὢν ὁ θεὸς καὶ τὰ τῶν ἀπίστων ψυχάρια πόρρωθεν καθορῶν ἔργῳ τὴν τῶν νεκρῶν ἔγερσιν ἐβεβαίωσεν πολλὰ σώματα τῶν τετελευ τηκότων ψυχώσας. διὰ τοῦτο Λάζαρος τετραήμερος νεκρὸς τῆς θήκης ἐξήλατο καὶ τῆς χήρας ὁ μονογενὴς ἀπεδόθη τῇ μητρὶ ἐκ τῆς κλίνης καὶ τῆς ἐκφορᾶς πρὸς τοὺς ζῶντας ἀναλυθεὶς καὶ ἄλλοι μυρίοι, οὓς ἀπαριθμεῖσθαι νῦν ὀχληρόν. τί λέγω περὶ τοῦ θεοῦ καὶ σωτῆρος, ὁπότε, ἵνα ἐπὶ πλέον δυσωπηθῶσιν οἱ ἀμφιβάλλοντες, καὶ τοῖς δούλοις αὐτοῦ τοῖς ἀποστόλοις τὴν τοῦ ἐγείρειν νεκροὺς