1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

Ἠκούσατε ὅτι Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὅτι Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσε· καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε κατάλυσιν εἶναι τὴν τελείωσιν· οὐ γάρ ἐστι κατάλυσις, ἀλλὰ πλήρωσις· καὶ ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ νόμου ποιεῖ. Τί δὲ ἐπὶ τῶν σωμάτων εἰργάσατο; Ἐλθὼν καὶ εὑρὼν ἀνάπηρα πολλὰ μέλη, καὶ ἐνδεῶς ἔχοντα πάντα, ἀπήρτισε, καὶ εἰς τὴν προσήκουσαν εὐκοσμίαν ἐπανήγαγε, διὰ τῶν πραγμάτων αὐτῶν ἅπασι ποιῶν φανερὸν ὅτι καὶ τοὺς ἀρχαίους αὐτὸς τέθεικε νόμους, καὶ τὴν φύσιν τὴν ἡμετέραν ἐδημιούργησε. Καὶ ὅτι τοῦτο ἐσπούδαζεν ἀποδεῖξαι, δῆλον ἀπὸ τῆς τοῦ τυφλοῦ θεραπείας μάλιστα. Παριὼν γὰρ καὶ ἰδών τινα τυφλὸν, ἐποίησε πηλὸν, καὶ τὸν τοιοῦτον πηλὸν τοῖς πεπηρωμένοις ἐπέχρισεν ὄμμασι, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Τίνος γὰρ ἕνεκεν ὁ νεκροὺς ἐπιτάγματι ψιλῷ συνεχῶς ἐγείρων, καὶ πολλὰ ἕτερα τοιαῦτα θαυματουργῶν, ἐνταῦθα καὶ ἔργον τι προστίθησι, πηλὸν ποιῶν, καὶ διαπλάττων αὐτῷ τοὺς ὀφθαλμούς; οὐκ εὔδηλον ἵν' ὅταν ἀκούσῃς ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον, μάθῃς διὰ τοῦ νῦν γινομένου ὅτι οὗτος ἐκεῖνός ἐστιν ὁ παρὰ τὴν ἀρχὴν πλάσας τὸν ἄνθρωπον; ἐπεὶ εἰ μὴ τοῦτο δεῖξαι ἐβούλετο, περιττὸν ἦν ὅπερ εἰργάζετο. Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πεπηρωμένου, ἀλλ' ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλάσαι τοὺς ὀφθαλμοὺς, προστίθησι καὶ λέγει· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Μετὰ γὰρ τὸ δεῖξαι ἡμῖν διὰ τοῦ τρόπου τῆς δημιουργίας τίς ἦν ὁ καὶ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ποιήσας, τότε λέγει αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων. τὸ μέρος, ἵνα περὶ τῆς τοῦ παντὸς τέχνης ἀπόδειξιν ἐν τῷ λείποντι δῷ· οὕτω καὶ ὁ Χριστὸς, ὅτι τὸν ὅλον ἄνθρωπον αὐτὸς ἐποίησε δεῖξαι βουλόμενος, ἀφῆκεν ἀτελῆ τοῦτον, ἵν' ἐλθὼν 48.790 καὶ τοὺς ὀφθαλμοὺς ἀποδοὺς, διὰ τοῦ μέρους τὴν περὶ τοῦ παντὸς ἡμῖν ἐγκαταβάλῃ πίστιν. Καὶ ὅρα ποῦ τοῦτο ἐποίησεν· οὐκ ἐπὶ χειρὸς καὶ ποδὸς, ἀλλ' ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀναγκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὗ τιμιώτερον ἡμῖν οὐδέν ἐστι μέλος. Ὁ δὲ τὸ κάλλιστον καὶ ἀναγκαιότατον διαπλάσαι δυνηθεὶς, τοὺς ὀφθαλμοὺς λέγω, εὔδηλον ὅτι καὶ χεῖρα καὶ πόδα καὶ τὰ λοιπὰ δύναται κατασκευάσαι μέλη. Ὢ μακαρίων ὀφθαλμῶν ἐκείνων, οἳ θέατρον ἐγένοντο τοῖς παροῦσιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν. Καὶ ἦν παράδοξον τὸ γινόμενον· ὁ γὰρ τυφλὸς τοὺς ὁρῶντας βλέπειν ἐδίδασκεν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰς κρῖμα ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ὢ πηρώσεως μακαρίας· οὓς γὰρ οὐκ ἔλαβε παρὰ τῆς φύσεως, ἔλαβε παρὰ τῆς χάριτος, οὐδὲν ἐκ τῆς ἀναβολῆς ζημιωθεὶς τοσοῦτον, ὅσον ἐκέρδανε τοῦ κατὰ τὴν δημιουργίαν τρόπου. Τί γὰρ ἂν γένοιτο τῶν ὀφθαλμῶν θαυμαστότερον ἐκείνων, οὓς ἄμωμοι καὶ ἅγιαι χεῖρες διαπλάσαι κατηξίωσαν; Καὶ ὅπερ ἐπὶ τῆς στείρας συνέβη, τοῦτο καὶ ἐνταῦθα ἐγένετο. Καθάπερ γὰρ ἐκείνη οὐδὲν ἐκ τῆς μελλήσεως παρεβλάπτετο, ἀλλὰ καὶ λαμπροτέρα μᾶλλον ἐγένετο, οὐ νόμοις φύσεως, ἀλλὰ νόμοις χάριτος τὸ παιδίον ἀπολαβοῦσα· οὕτω δὴ καὶ ὁ τυφλὸς οὐδὲν ἐκ τῆς παρελθούσης παρεβλάβη πηρώσεως, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανε, τὸν τῆς δικαιοσύνης ἥλιον πρότερον ἰδεῖν καταξιωθεὶς, καὶ τότε τοῦτον τὸν αἰσθητόν. εʹ. Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδωμεν ἢ ἑαυτοὺς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας. Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπίπτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν