1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

βίου μέρος. Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστον περὶ προσευχῆς εἰπεῖν ἔχομεν, ὅτι πᾶς προσευχόμενος τῷ Θεῷ διαλέγεται· ὅσον δέ ἐστιν ἄνθρωπον ὄντα τῷ Θεῷ λαλεῖν, ἀγνοεῖ μὲν οὐδείς· παραστῆσαι δὲ λόγῳ τὴν τιμὴν οὐκ ἄν τις δυνηθείη. Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν τῶν ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν· ὃ καλῶς ἐκεῖνοι ἐπιστάμενοι, πάντες φαίνονταί που παρὰ τοῖς προφήταις σὺν πολλῷ τῷ φόβῳ τοὺς ὕμνους καὶ τὰς λατρείας τῷ ∆εσπότῃ προσάγοντες, καλύπτοντες μὲν καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ὑπὸ πολλῆς εὐλαβείας, τῇ δὲ πτήσει καὶ τῷ μὴ δύνασθαι μένειν ἐν ἡσυχίᾳ τὸν πολὺν ἐνδεικνύμενοι φόβον· παιδεύοντες, οἶμαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι μὲν τῆς ἀνθρωπίνης φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους, μηδὲν τῶν παρόντων ὁρᾷν, ἀλλ' ἐν μέσῳ τῶν ἀγγέλων ἑστάναι νομίζειν, καὶ τὴν αὐτὴν ἐκείνοις λατρείαν ἐπιτελεῖν. Τὰ μὲν γὰρ ἄλλα πάντα πολὺ κεχωρισμένα, τά τε ἐκείνων λέγω καὶ τὰ ἡμέτερα, καὶ φύσις, καὶ δίαιτα, καὶ σοφία, καὶ σύνεσις, καὶ πᾶν, ὅ τι ἂν εἴπῃ τις· προσευχῆς δὲ κοινὸν ἔργον ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων· καὶ οὐκ ἔστι μέσον οὐδὲν ἑκατέρας φύσεως, τά γε εἰς προσευχήν. Αὕτη σε χωρίζει τῶν ἀλόγων, αὕτη συνάπτει τοῖς ἀγγέλοις· ταχέως δέ τις εἰς τὴν ἐκείνων μεταστήσεται 50.780 πολιτείαν, καὶ βίον, καὶ δίαιταν, καὶ τιμὴν, καὶ εὐγένειαν, καὶ σοφίαν, καὶ σύνεσιν, πάντα τὸν βίον ἐν προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ σπουδάζων ἐσχολακέναι. Τί γὰρ ἂν ὁσιώτερον γένοιτο τῶν ὁμιλούντων Θεῷ; τί δὲ δικαιότερον; τί δὲ κοσμιώτερον; τί δὲ σοφώτερον; Εἰ γὰρ οἱ σοφοῖς ἀνδράσι λαλοῦντες, ὑπὸ τῆς συνεχοῦς ὁμιλίας εἰς ὁμοιότητα τῆς ἐκείνων φρονήσεως καθίστανται ταχέως, τί προσήκει λέγειν περὶ τῶν λαλούντων Θεῷ καὶ προσευχομένων; Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σωφροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς ἡ προσευχὴ καὶ ἡ δέησις! Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσευχῆς καὶ δεήσεως ἔρημον· ἀλλ' ὥσπερ ἀτείχιστος πόλις ῥᾳδίως ἂν ὑπὸ τοῖς πολεμίοις γένοιτο, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν· οὕτω δὴ καὶ ψυχὴν μὴ τετειχισμένην προσευχαῖς ῥᾳδίως ὁ διάβολος ὑφ' ἑαυτὸν ποιεῖται, καὶ πάσης ἁμαρτίας εὐχερῶς ἀναπίμπλησι. Πρῶτον μὲν γὰρ ὅταν ἴδῃ ψυχὴν πεφραγμένην προσευχαῖς, οὐ τολμᾷ γενέσθαι πλησίον, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχὴν, ἢ τὰ σώματα σῖτος· ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, ἀλλ' αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ' ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν ἐμ50.781 βατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν. Καὶ ὅπως, ἄκουσον· Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι. Ἐπειδὴ γὰρ κρεῖττον ἢ κατὰ ἄνθρωπον λαλῆσαι Θεῷ, δεῖ τὴν χάριν τοῦ Πνεύματος ἐλθοῦσαν εἰς ἡμᾶς ἐπιῤῥῶσαι, καὶ θαῤῥῦναι, καὶ διδάξαι τῆς τιμῆς τὸ μέγεθος. Ὅταν οὖν μάθῃς ὅτι καὶ Θεῷ λαλεῖς, καὶ Πνεύματος ἐνέργειαν ἐδέξω, διαλέγεσθαι μέλλων, οὐδεμίαν δώσεις τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν ψυχὴν τὴν ἡγιασμένην ὑπὸ τοῦ Πνεύματος. Ὥσπερ γὰρ οἱ