5
τίθησιν, ἀλλὰ τὴν προσευχὴν αὐτοῦ· ἄνω τὴν δικαιοσύνην, ἐνταῦθα τὴν προσευχὴν λέγων· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Οὕτω καὶ ὁ Κορνήλιος ἠκούσθη, ἐπειδὴ ταύτην εἶχε συνήγορον. Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, φησὶν, ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Εἰκότως· τὰ γὰρ ἔργα ἐστὶ τὰ ἀκουόμενα, καὶ τὰ κατορθώματα· οὐχ ἁπλῶς δὲ αἱ εὐχαὶ, ἀλλ' αἱ κατὰ νόμον τοῦ Θεοῦ γινόμεναι εὐχαί. Καὶ τίνες εἰσὶν αὗται; Αἱ ταῦτα αἰτοῦσαι, ἃ τῷ Θεῷ πρέπει διδόναι, αἱ μὴ τἀναντία τοῖς αὐτοῦ νόμοις αὐτὸν παρακαλοῦσαι. Καὶ τίς οὕτω τολμηρὸς, φησὶν, ὡς τὸν Θεὸν ἀξιοῦν τἀναντία τοῖς αὐτοῦ νόμοις ποιεῖν; Ὁ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρακαλῶν· τοῦτο γὰρ παρὰ τὸν νόμον τὸν ὑπ' αὐτοῦ κείμενον. Αὐτὸς γάρ φησιν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν. Σὺ δὲ αὐτὸν τὸν κελεύοντά σοι συγχωρῆσαι κατὰ τῶν ἐχθρῶν καλεῖς; Καὶ τί γένοιτ' ἂν τῆς ἀνοίας ταύτης χεῖρον; Ἱκέτου σχῆμα καὶ γνώμην καὶ φρόνημα τὸν εὐχόμενον ἔχειν δεῖ· τί τοίνυν ἕτερον προσωπεῖον σεαυτῷ περιτίθης, τὸ τῆς κατηγορίας; Πῶς γὰρ δυνήσῃ τῶν οἰκείων ἁμαρτημάτων λαβεῖν συγγνώμην, ὅταν τῶν τοῖς ἑτέροις πεπλημμελημένων τιμωρὸν τὸν Θεὸν ἀξιοῖς εἶναι; Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν. Τοιαύτη γὰρ ἡ μετὰ πραότητος, καὶ μὴ κατ' ἐχθρῶν γινομένη· ὡς ἥ γε ἐναντία μεθυούσῃ τινὶ καὶ παραπαιούσῃ ἔοικε γυναικὶ, συώδει τινὶ καὶ ἀγρίᾳ. ∆ιὸ καὶ ἄβατος αὐτῇ ὁ οὐρανός. Ἀλλ' οὐχ ἡ μετὰ πραότητος τοιαύτη· ἀλλ' ἔχει τι λιγυρὸν, καὶ προσηνὲς, καὶ βασιλικῶν ἄξιον ἀκοῶν, ἡδὺ καὶ παναρμόνιον καὶ ἐμμελές. ∆ιὸ δὴ οὐκ ἐκβάλλεται τοῦ θεάτρου, ἀλλ' ἐστεφανωμένη ἄπεισι· καὶ γὰρ χρυσῆν ἔχει κιθάραν, χρυσῆν τὴν στολήν. ∆ιὸ καὶ τέρπει τὸν δικαστὴν, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ. ∆ιὰ ταῦτα οὐδεὶς αὐτὴν ἀπελαύνει τῶν οὐρανίων ἁψίδων. Ἅπαν γὰρ ἐκεῖνο τὸ θέατρον ἀνίστησι τῇ εὐφροσύνῃ. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχή· αὕτη τῶν ἀγγέλων ἡ γλῶττα, ὅταν μηδὲν πικρὸν, πᾶν δὲ προσηνὲς φθέγγηται· ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων προσέρχηται τὴν ἱκετηρίαν ποιουμένη, τότε καὶ οἱ ἄγγελοι παρεστήκασι μετὰ πολλῆς ἀκούοντες τῆς σιγῆς, καὶ μετὰ τὸ παύσασθαι, κροτοῦντες αὐτὴν, ἐπαινοῦντες, θαυμάζοντες οὐ διαλιμπάνουσι. Τοιαύτην καὶ ἡμεῖς προσαγάγωμεν εὐχὴν, καὶ πάντως ἀκουσθησόμεθα. Καὶ ὅταν προσίωμεν τῷ Θεῷ, μὴ νομίσωμεν εἶναι θέατρον τοιοῦτον, ἀλλ' ἐκ τῆς οἰκουμένης ἁπάσης, μᾶλλον δὲ καὶ ἐκ τῶν ἄνω δήμων τῶν οὐρανίων συνειλεγμένον, καὶ ἐν μέσῳ τὸν Βασιλέα 55.46 καθῆσθαι, βουλόμενον ἡμῶν ἐπακοῦσαι τῆς εὐχῆς. Καὶ ἐπίδειξιν τὸ πρᾶγμα ποιήσωμεν. Μηδεὶς ἔστω κιθαριστὴς, μηδὲ λυρῳδὸς οὕτως ἐναγώνιος, μέλλων ἐν σκηναῖς εἰσιέναι, καὶ δεδοικὼς μή τι ἀπηχὲς ἀνακρούσηται, ὡς ἡμεῖς μέλλοντες εἰσιέναι εἰς τὸ τῶν ἀγγέλων θέατρον. Πλῆκτρον δὲ ἡμῖν ἔστω ἡ γλῶττα, μηδὲν ἀηδὲς φθεγγομένη, ἀλλ' ἐμμελὲς καὶ παναρμόνιον μετὰ διανοίας τῆς προσηκούσης· καὶ προσιόντες τῷ Θεῷ, καὶ παρακαλοῦντες καὶ δεόμενοι, ὑπὲρ τῶν ἐχθρῶν ἀνακρουώμεθα τὴν νευράν· οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα. εʹ. Αὕτη ἡ φωνὴ καταισχύνει δαίμονας, αὕτη παῤῥησίαν ἡμῖν δίδωσιν· αὕτη καταισχύνει τὸν διάβολον καὶ ἀναχωρεῖν ποιεῖ. Οὐ γὰρ οὕτως ἄνθρωπον φρίττει ὁ δαίμων τὸν ἐκβάλλοντα αὐτὸν καὶ ἐλαύνοντα ἐξ ἑτέρου ἀνθρώπου, ὡς ἄνθρωπον ὀργῆς κρατοῦντα, καὶ θυμοῦ περιγενόμενον· ἐπεὶ καὶ τοῦτο δαίμων ἐστὶ χαλεπὸς, καὶ τούτους μᾶλλον ἢ τοὺς δαιμονῶντας ταλανίζειν χρή. Τὸ μὲν γὰρ δαιμονᾷν εἰς γέενναν οὐκ ἐμβάλλει· τὸ δὲ ὀργίζεσθαι καὶ μνησικακεῖν, αὐτῆς ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Ἂν οὕτω ῥυθμίσωμεν τὴν εὐχὴν, δυνησόμεθα μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ Θεῷ, Εἰσάκουσον τῆς προσευχῆς μου. Ὥστε οὐχ ἑαυτὸν ὠφελήσεις μόνον, καὶ