5
ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ κατ αισχύνει. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὕτω λογιζόμενος ὀρθῶς, καὶ κατ' εὐθὺ πορευόμενος, τοῦ Πονηροῦ ἀναβαίνοντος ἐπὶ τὴν καρδίαν μου, καί μου τόπον αὐτῷ μὴ διδόντος, ἐν τῷ μὴ ἔχειν χώραν κατ' ἐμοῦ, οὐκ ἐγίνωσκον πότε παρεγένετο, ἐμοῦ μὴ παραδεχομένου αὐ τόν· οὕτως οὐδὲ ἐγίνωσκον, ὅτε ἐξέκλινεν. Ἡ πονηρία γὰρ ὡς σκιὰ παρατρέχουσα ὑπεχώρει, μηδεμίαν ἐν ἐμοὶ κατεργαζομένη βλάβην. δʹ. Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέ γειν καὶ ἡμᾶς· Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
Τὸν καταλαλοῦντα λάθρα τὸν πλη σίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Μάθωμεν καλὸν μάθημα, ἀγαπητοὶ, μὴ μόνον μὴ καταλαλεῖν, ἀλλὰ μηδὲ ἀκούειν καταλαλιᾶς. ∆εινὸν γὰρ κακὸν ἡ καταλαλιὰ, ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνικὸν τὸν ἄνθρωπον ἀπεργαζόμενον. Τί γὰρ οὐκ ἔστι κακὸν ἀπὸ καταλαλιᾶς; Ἐξ αὐτῆς ἔχθραι ἀναφύον ται, ἔρεις δι' αὐτῆς συνίστανται, διχοστασίαι ἀπ' αὐτῆς τὴν ἀρχὴν λαμβάνουσιν, ὑπόνοιαι πονηραὶ ἐκεῖθεν γενό μεναι τῶν μυρίων κακῶν τὰς αἰτίας παρέχουσι· μῖσος ὥσπερ ἀπὸ πηγῆς ἐξ αὐτῆς βρύει· καὶ ὅσα ἄν τις λογι σάμενος εὑρήσει κακὰ, ταῦτα πάντα ἐκ τῆς καταλαλιᾶς εὕρῃ προχεόμενα, πάντας εἰς κακίαν ἑλκύουσα. Οἶδεν ἡ καταλαλιὰ, θυμῷ πληρώσασα τὸν ἄνθρωπον, καὶ φόνον ἐξ αὐτῆς μεταλαμβάνοντα, φονικὸν αὐτὸν κατὰ τοῦ πλη σίον ἐργάζεσθαι. Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀπο στῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι. Αὕτη καὶ Μαρίας 55.634 τῆς ἀδελφῆς Μωϋσέως ἁψαμένη, λεπρῶσαν ἀφ' ἑαυτῆς παρευθὺ ἀπέδειξεν, ὀργὴν δὲ κατ' αὐτῆς καὶ θυμὸν ἐπ ήγαγε παρὰ τοῦ ∆εσπότου.
Αὕτη καὶ ὅλους οἴκους ἀνα τρέπει καὶ πόλεις εἰρηνευούσας εἰς πόλεμον ἐξεγείρει. Αὕτη καὶ τῆς καλῆς εἰρήνης τὰ δεσμὰ διαλύει, καὶ τῆς μεγάλης ἀγάπης τὸν σύνδεσμον διαῤῥήσσει. Αὕτη καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἀφιστῶσα παρανομεῖν ἐκδιδάσκει, καὶ τῆς τοῦ Θεοῦ φιλίας ἀποσπῶσα, μακρὰν τῆς ἀλη θείας ἀπάγει. Αὕτη παρὰ τὴν πρώτην καὶ τῆς ἀπωλείας τοῦ πρωτοπλάστου Ἀδὰμ αἰτία γεγένηται, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, καὶ τῆς ἐπουρανίου τρυφῆς ἀπ εστέρησεν. Εἰσελθοῦσα γὰρ εἰς τὸ στόμα τοῦ ὄφεως καὶ ψεῦδος ἐργασαμένη κατὰ τῆς ἀψευδοῦς τοῦ Θεοῦ ἀγαθό τητος, καὶ εἰποῦσα, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φά γησθε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; παράβασιν ἤγαγε τῆς ἐντολῆς, ἀπὸ τῆς ἀληθείας διαστρέ ψασα τὸν ὑπήκοον· καὶ τὸν συνόμιλον ὄντα τῷ ∆εσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε. Φεισώμεθα τοίνυν τῆς καταλαλιᾶς, μακρὰν αὐτῆς γινό μενοι, ἵνα μὴ μάτην ἔχθραν πρὸς τὸν ἑαυτῶν ∆εσπότην κτησώμεθα.
Παυσώμεθα τῆς καταλαλιᾶς, ἵνα μὴ ἄδικοι κριταὶ τῆς ἀληθείας γινώμεθα, καὶ κατὰ τοῦ νόμου ὡς ψευδεῖς μάρτυρες εὑρεθῶμεν. Ὁ γὰρ καταλαλῶν, φησὶν, ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι ποιητὴς νόμου εἶ, ἀλλὰ κριτής. Εἷς δέ ἐστιν ὁ κριτὴς καὶ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Βλέπεις, ἀγαπητὲ, πόσον ἔχει βάρος ἡ καταλαλιά; Παυ σώμεθα ταύτης, ἵνα μὴ κρίσιν αὑτοῖς ἐπαγάγωμεν. Ἀπο διώξωμεν ἀφ' ἡμῶν καὶ τοὺς καταλαλεῖν βουλομένους, ἵνα μὴ ἀλλοτρίοις κακοῖς συντιθέμενοι, ἑαυτοῖς ἀπώλειαν προξενήσωμεν· καὶ μὴ ἡδέως ἀκούωμεν τῶν καταλα λούντων, ἵνα μὴ διαβολικῶν ἐνθυμημάτων πληρωθῶμεν. Καὶ γὰρ αὕτη ἡ καταλαλιὰ διαβολικὴ ὀνομάζεται, φυσι κὴν ἐκ τῆς τοῦ γεγεννηκότος δεξαμένη τὴν προσηγορίαν, ὅταν τῇ καταλαλιᾷ σχολάζων δουλεύῃ τῷ διαβόλῳ, τὰ τῆς διαβολῆς ἔργα διαπραττόμενος. Ὁ δὲ τὸν τοιοῦτον μὴ προσιέμενος, ἑαυτὸν μὲν ἐλευθεροῖ τῆς διακένου ταύτης