1

 2

 3

 4

 5

 6

 7

4

ἀκακία ἐν ἐμοὶ σωζομένη πάντων γένηταί μοι πρόξενος· τῶν ἀρετῶν· ὅθεν Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.

Οὐ γὰρ εἶχον σκοπὸν τοῦ ἁμαρτά νειν, οὐδὲ προέκειτό μοι παρανομεῖν, ἀλλότρια τῆς σωτη ρίας κατεργαζομένῳ· ἀλλ' ἦν πρὸ τῶν ὀφθαλμῶν μου φόβος Θεοῦ, τήρησις ἐντολῶν, ἔργα δικαιοσύνης, πᾶσα κατὰ νόμον πολιτεία. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Ὅσοις γὰρ σκοπὸς τοῦ ἁμαρ τάνειν, τούτοις πρόκειται καὶ τὸ παρανομεῖν, καὶ ἔχουσιν ὥσπερ προηγουμένην τὴν ἁμαρτίαν, πρότερον ὁριζόμενον κατὰ καρδίαν, ἔπειτα καὶ ὅλον εἰς αὐτὴν ἀνατείναντες τὸ ὄμμα τῆς διανοίας, οὕτω τρέχουσιν εἰς τὴν παρανο μίαν. Ἐγὼ δὲ τούτων ἀλλότριος ἤμην. Οὐ γὰρ ἦν πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ἀλλ' ὅλος μοι ὁ σκοπὸς ἦν, τὸ κατὰ νόμον πολιτεύεσθαι. Ἀλλὰ καὶ Ποιοῦν τας παραβάσεις ἐμίσησα. Οὐ μόνον αὐτὸς ἐγὼ οὐδὲ παρὰ τὸν τοῦ Θεοῦ νόμον πράττειν ἠβουλόμην, ἀλλὰ καὶ τοὺς παραβαίνοντάς τι τῶν ἐντολῶν ἐμίσουν· Ποιοῦντας γὰρ παραβάσεις ἐμίσησα.

Ἐνταῦθα δὲ διττῶς νοητέον τὸ, Ποιοῦντας παραβά σεις ἐμίσησα. Οἱ μὲν γάρ εἰσι παραβαίνοντες τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ τὰ δικαιώματα. καὶ τὰ κρίματα· καὶ εἰσὶν οὗτοι παραβάται νόμου. Ἄλλοι πάλιν παραβαίνου σιν αὐτὴν τὴν σωτήριον τοῦ ∆εσπότου ὁμολογίαν, καὶ εἰσὶ παραβάται Θεοῦ. Πολλὴ δὲ διαφορὰ μεταξὺ τῆς τῶν ἀμφοτέρων παραβάσεως. Οἱ μὲν γὰρ ἔτι ἐλπίδα ἔχουσι σωτηρίας, τὴν ῥίζαν τῆς τοῦ Θεοῦ γνώσεως κεκτημένοι οἱ δὲ πάντη τῆς σωτηρίας ἐκπεπτώκασιν, αὐτὸν τὸν αἴ τιον τῆς σωτηρίας ἀρνησάμενοι. Ἐγὼ οὖν, φησὶ πάντας Τοὺς ποιοῦντας παραβάσεις ἐμίσησα. Ἀρχὴ γὰρ ἁμαρτίας, ἀφίστασθαι ἀπὸ τοῦ Θεοῦ, ὥς φησιν ὁ σο φώτατος. Ἡμεῖς δὲ οὐ μόνον οὐ μισοῦμεν τοὺς παραβά τας, ἀλλὰ καὶ ὡς φίλους ἀσπαζόμεθα, δέον τοῖς τοιούτοις μηδὲ τὸ χαίρειν λέγειν· Οὐκ ἔστι γὰρ εἰρήνη τοῖς ἀσεβέσι, λέγει Κύριος· καὶ μετ' αὐτῶν ἐσθίομεν καὶ πίνομεν, ὧν καὶ τὴν ἀπάντησιν ἀποφεύγειν ὀφείλομεν. 55.633 καὶ μηδὲ ἀνθρώπους ἡγεῖσθαι τοῖς δαίμοσιν ἑαυτοὺς παραδεδωκότας, καὶ ἀψύχοις λίθοις, καὶ ξύλοις τὴν ἑαυ τῶν ζωὴν ἀνατεθεικότας. Ἢ οὐ διδάσκει ἡμᾶς ἀλλαχοῦ ὁ αὐτὸς προφήτης λέγων· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό μην· Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι; Μιμησώμεθα οὖν καὶ ἡμεῖς τὸν προφή την, καὶ μισήσωμεν τοὺς ποιοῦντας τὰς παραβάσεις, ἵνα μὴ διὰ τῆς ἀδιαφόρου ἡμῶν κοινωνίας πρὸς αὐτοὺς συν εργοὶ τῆς παραβάσεως αὐτῶν εὑρεθῶμεν. Κατὰ πάντα γὰρ μισητέον τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὅτι τὸ φῶς ἀποστραφέντες ἐν τῷ σκότει πορεύονται (Τίς δὲ κοινω νία φωτὶ πρὸς σκότος;), καὶ ὅτι τοῦ Χριστοῦ τὸ ὄνομα ἀρνησάμενοι, τὸ τοῦ Βελιὰρ ὄνομα ἑαυτοῖς περιτιθέασι (Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ;), καὶ ὅτι ἀποφυγόντες τὴν ἐνταῦθα εἴσοδον, ναοῖς εἰδώλων περι μεμήνασι, τὴν ἑαυτῶν ζωὴν τοῖς μιάσμασι συμμιάναν τες· Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ποιοῦντας οὖν παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.

Πάλιν ἐνταῦθα, ἀγαπητὲ, πρόσεχε τὴν δύναμιν τῶν εἰρημένων. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὐδὲν ἦν ἐν ἐμοὶ σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ κἂν μυρία ᾖ τὰ θλίβοντα, κἂν πο νηρὰ τὰ συμβαίνοντα, κἂν ἐναντία τὰ ἀντιπίπτοντα, Ἐμοὶ οὐκ ἐκολλήθη καρδία σκαμβὴ, οὐ διαλογισμὸς πονηρὸς, οὐκ ἐνθύμησις ἀλλοτρία. Οὐχ ὅτι θλίβομαι, οὐχ ὅτι στενοχωροῦμαι, οὐκ ἐπειδὴ ὁρῶ ἁμαρτωλοὺς εὐθη νοῦντας, καὶ ἀσεβεῖς πλουτοῦντας, καὶ πάντας τοὺς παρανόμους κατευθυνομένους, ἐγὼ διαστρέφομαι τῇ καρδίᾳ πονηρὰ λογιζόμενος, καὶ λέγων· Ἵνα τί ἀσεβεῖς ζῶσι, καὶ κραταιοῦνται ἐν τῷ πλούτῳ; Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν· Οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἐλογισάμην περὶ τούτων οὐδα μοῦ, ἀλλὰ κἂν ἐκεῖνοι εὐθηνῶσιν, ἐγὼ δὲ θλίβωμαι, οἶδα ὅτι Ἡ θλίψις