ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε ∆αυῒδ λέγων· Τὸ στόμα μου λαλήσει σοφίαν; Μὴ γὰρ "Τὸ στόμα μου λαλήσει συκοφαντίαν"; Καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Μὴ γὰρ "διαβολήν"; Τί τιμιώτερον ἀκούειν παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ ἢ "Ὧν τὸ στόμα ἐπλεόνασεν ἀδικίαν"; Τί ἄμεινον ἀκούειν, Στόμα δικαίου ἀποστάζει σοφίαν ἢ Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει; Τί ἐπωφελέστερον ἀκούειν, Ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος ἢ Στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν; Τί τιμιώτερον ὑμᾶς λέγειν πρὸς τὸν κύριον, Τὰ χείλη μου ἐπαινέσουσί σε ἢ Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; Πείσθητε τοίνυν τῷ εἰρηκότι· Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι φθέγμα λάθριον κενὸν οὐ παρελεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε, ἀναμέσον ἐμοῦ καὶ Μωϋσέως. Μωϋσῆς γὰρ διὰ περιτομὴν τὸν νόμον ἀκυροῖ, νόμον νόμῳ λύων, ἵνα περιτμηθῇ τὸ βρέφος· ἐγὼ δὲ καὶ τὸν νόμον πληρῶ καὶ τὴν χάριν τιμῶ, οὔτε γὰρ ξίφος τεχνικὸν ὀξύνω οὔτε μισθὸν πραγματευτικὸν ζητῶ. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί με ζητεῖτε ἀποκτεῖναι; Μάτην ταράσσεσθε, οὐδέπω βούλομαι παθεῖν· ὅτε θέλω πάσχω, οὐχ ὅτε ὑμεῖς τοὺς ἥλους χαλκεύετε. Οἰκονομίαν μετέρχομαι· μὴ γὰρ ἀνάγκην ὑφίσταμαι; Ἑαυτὸν ἐταπείνωσα, οὐδείς με ἔκδοτον ἔλαβεν. Ἤκουες δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὰ αὐτά μοι συνηγοροῦντος· τί γὰρ προσέθηκε λέγων; Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Τί βούλεται λέγειν οὐκ ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀντὶ τοῦ οὐδέπω ἦν πληρώσας τὰ δοκοῦντα αὐτῷ. Μὴ γάρ τις νομιζέτω ἀκούων τοῦ εὐαγγελιστοῦ βοῶντος· ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ὅτι ἡ ὥρα αἰτία, καθὼς Ἑλλήνων παῖδες ματαιολογοῦσιν, ὅτι ὥρισται ἑνὶ ἑκάστῳ τῶν ἀν θρώπων καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστιν ἀποθανεῖν τινα, εἰ μὴ ἔλθῃ τῆς εἱμαρμένης ἡ ἀπόφασις. Ἄπαγε τῆς ἀτοπίας. Γραώδης ἡ τοιαύτη διήγησις καὶ σφόδρα ληρώδης καὶ τῆς ἀληθείας ἀντίδικος. Εἰ γὰρ ὥρισται ἑνὶ ἑκάστῳ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν, διὰ τί ἀρρωστοῦντες ἰατρικὴν βοήθειαν ἐπισπώμεθα, ἵνα θᾶττον τὸ λυποῦν ἐπικόψωμεν; διὰ τί δὲ καὶ πλέοντες λιμένας ἐπιζητοῦμεν καὶ ἄστρον παραφυλαττόμεθα; διὰ τί δὲ καὶ ὁδοιποροῦντες τοὺς λῃστρικοὺς τόπους ἐκκλί νομεν; διὰ τί δὲ καὶ πολεμεῖν πρὸς ἐχθροὺς παρασκευαζόμεθα καὶ θυρεοὺς συμπλέκομεν καὶ βέλη ὀξύνομεν καὶ τειχομαχίας ἐγείρομεν, εἰ ὥρισται ἑκάστῳ καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν τινα; Ἄλλως δέ, διὰ τί τὸν Κάϊν βδελυττόμεθα, εἰ ὥριστο τῷ Ἄβελ τοιουτότροπος θάνατος; ∆ιὰ τί δὲ καὶ τοὺς φονεῖς φονεύομεν, εἰ κεχρεώστητο ἐκείνους οὕτως ἀποθανεῖν; ∆ιὰ τί δὲ καὶ προσευχόμεθα πολυετίαν ἐτῶν δέξασθαι καὶ μὴ ἐμπεσεῖν εἰς πειρασμόν; Οὐχ ὅτι ἀληθής ἐστιν ὁ δεσπότης Χριστὸς ὁ εἰρηκὼς περὶ τοῦ πιστοῦ· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, καὶ πάλιν· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με; Ἦ γὰρ οὐκ ἴσμεν σαφῶς ἐκ τῶν ἀρτίως ἡμῖν ὑπαναγνωσθέντων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἐν θλίψει τὸν κύριον ἐπικαλεσάμενος ἐν τῇ φυλακῇ τῆς παρ' αὐτοῦ βοηθείας τετύχηκεν; Μόνον γὰρ ἐν θλίψει ἐβόησεν ὁ μακάριος Πέτρος, εὐθέως ὁ κύριος ὑψόθεν ἄγγελον πέμψας, ὁ μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, τοῦ Πέτρου τὴν φυλακὴν ἐφώτισεν, ὡς καὶ τῶν τριῶν παίδων τὴν κάμινον ἐδρόσισεν. Εἷς γὰρ καὶ ὁ αὐτὸς κύριος, ὁ κἀκεῖ τοὺς ἄνθρακας ῥόδα δείξας καὶ ὧδε τὰ δεσμὰ διαρρήξας· ὁ κἀκεῖ τὴν εἰκόνα