In mesopentecosten (homilia 10)

 συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες

 πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων.

 ἀποστάζων; ∆έλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ

 ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε ∆αυῒδ λέγων· Τὸ στόμα μου λαλήσ

 συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε το

 παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχ

ἀποστάζων; ∆έλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ μείζονα καταλιπόντες ἐπὶ τὰ ἐλάχιστα παραγίνεσθε· εἰ βούλεσθε ἐρευνᾶν τὰ ἀνεξερεύνητα, εἴπατε πρῶτον πῶς τὸν ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν. Μὴ γὰρ ἀκόνην ἐγύμνωσεν, ἢ κολλύριον ἔλυσεν, ἢ μήλην ἐπέδειξεν, ἢ σπογγίον ἔβρεξεν, ἢ τὴν κεφαλὴν τοῦ πηροῦ ἐξύρησεν, ἵνα τὸ ῥεῦμα προσαναχαιτίσῃ; Μὴ λεπτῇ διαίτῃ τοῦτον ἐρρύθμισεν; Μὴ ἀντίδοτον αὐτῷ δέδωκεν, ἵνα τὴν χολὴν προκαθάρῃ; Μὴ τραχώματος ξέσιν εἰργάσατο; Μὴ νεφελοχυσίαν παρεκέντησεν; Οὐχὶ ξένῃ καὶ ἐπιβλαβεῖ καὶ ἐναντίᾳ περιόδῳ ὅσον τὸ ἐπ' ἀνθρώποις τοῦτον ὠμμάτωσεν· πηλὸν γὰρ μόνον τοὺς ὀφθαλμοὺς ἔχρισεν. Πηλὸς δὲ καὶ τοὺς βλέποντας τυφλοῖ, οὐχὶ δὲ τοὺς μὴ βλέποντας ὀμματοῖ. Ὥσπερ τοίνυν, ὦ Ἰουδαῖοι, τὸν ἐκ γεννητῆς τυφλὸν ἄνευ τέχνης ἰατρικῆς θεραπεύσας τῆς θεϊκῆς δυνάμεως αὐτοῦ ἐνεφάνισε τὸ αὐτεξούσιον, οὕτως καὶ ἐνταῦθα ἄνευ μυθολογίας ῥητορικῆς καὶ πλεκτάνης σοφιστικῆς καὶ ματαιοπονίας ποιητικῆς καὶ περιεργίας γραμματικῆς καὶ βαττολογίας ἀστρονομικῆς ἐδίδασκε τοὺς παρόντας, ἵνα καὶ ἐπὶ τοῦ τυφλοῦ μάθωσιν οἱ παρόντες, ὅτι αὐτός ἐστιν ὁ χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ τὸν Ἀδὰμ πηλοπλαστήσας, καὶ ὧδε μάθωσιν ἀριδήλως μετὰ τὴν τοσαύτην παίδευσιν, ὅτι αὐτός ἐστιν ὁ εἰρηκὼς διὰ τοῦ προφήτου· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Τί οὖν ὁ κύριος; Ἀποκριθεὶς πρὸς τοὺς Ἰουδαίους ἔφη,καθὼς ἀρτίως ἤκουες· Τί με ζητεῖτε ἀποκτεῖναι; Οὐ Μωσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν κύριον· Οὐ ποιοῦμεν τὸν νόμον; Οὐ διὰ τοῦτο βουλόμεθά σε ἀποκτεῖναι, ὅτι λύεις τὸ σάββατον παραλύτους σφίγγων καὶ τυφλοὺς ὀμματῶν; Καὶ λέγεις οὐ ποιοῦμεν τὸν νόμον; Ὁ δὲ κύριος πρὸς αὐτούς· Τοῦτο οὐκ ἔστι ποιῆσαι τὸν νόμον, ἀλλὰ ὑβρίσαι τὸν νόμον. Εἰ γὰρ ἄνθρωπός φησιν ἐν σαββάτῳ περιτέμνεται, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ, καὶ λογικοῦ τυφλὰς θυρίδας ἀνέῳξα; Τί ἀναγκαιότερον ἐν σαββάτῳ, ὧ Ἰουδαῖοι, σάρκας περιτέμνειν ἢ παράλυτον σφίγγειν; ἀκροβυστίαν ἀκρωτηριάσαι ἢ ψυχὴν ἁμαρτιῶν ἀπαλλάξαι; ξίφος ὀξῦναι ἢ τυφλὸν ὀμματῶσαι; δικαστήριον παράνομον συγκροτῆσαι ἢ χάριν οἰκουμενικὴν πληθῦναι; Εἰ ἄνθρωπον περιτέμνετε ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὢ τῶν παραδόξων πραγμάτων. Θεὸς ἀνθρώποις λέγει περὶ ἑαυτοῦ· Τὴν δικαίαν μοι κρίσιν κρίνατε. Τῆς ἑαυτοῦ θαυματουργίας τοὺς ἐχθροὺς αὐτοῦ κριτὰς ἐπισπᾶται λέγων πρὸς αὐτούς· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ ὡς ἐπὶ Σωσάννης τὸν ἀναίτιον καταδικάσητε· ἐγὼ γὰρ κἀκεῖ τὸν ∆ανιὴλ ἐξήγειρα, ἵνα τοὺς μὲν αἰτίους κολάσῃ, τὴν ἀνεύθυνον δὲ εὐλυτώσῃ. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ ὡς ἐπὶ τοῦ Ναβουθὲ παρανόμως με λιθοβολήσητε, ἵνα μὴ μισθὸν τῆς παρανομίας ὡς ὁ Ἀχαὰβ αἱματολουσίαν πορνικὴν ὑπομείνητε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἀεὶ γὰρ παρεκρίνατε, καὶ νῦν δικαίως κρίνατε. Οὐχ ὑμᾶς ὀνειδίζων ὁ προφήτης Μιχαίας ἔλεγεν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· ὀστᾶ γὰρ ἀνθρωπαρέσκων ἀπολοῦνται. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί τὰ χείλη πρὸς συκοφαντίαν κινεῖτε; Τί τὴν γλῶσσαν πρὸς δηλατόρευσιν ὀξύνετε; Τί τὸ στόμα κατὰ τοῦ ἀνευθύνου χαλκεύετε; Οὐκ εἶπον ὑμῖν ὅτι καὶ περὶ ἀργοῦ λόγου δεῖ ὑμᾶς δίκην εἰσπρα χθῆναι; Τί τὸν διάβολον τέρπετε καὶ