In mesopentecosten (homilia 10)

 συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες

 πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων.

 ἀποστάζων; ∆έλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ

 ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε ∆αυῒδ λέγων· Τὸ στόμα μου λαλήσ

 συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε το

 παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχ

συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες, ὡς βάρβαρον τὸν ἁλιέα φρίττοντες, ἠδυνήθησαν ἐγκρατεῖς γενέσθαι τοῦ σπουδαζομένου, ἀεὶ αἰσχύνην ἀντὶ δόξης κληρονομήσαντες, οὓς καὶ ὀνειδίζων ὁ προφήτης Ἡσαΐας ἔλεγεν· Κύριε, ἰσχυρός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Ὄντως γὰρ αἰσχύνης ἀνάμεστον, τὸ Ἡρῴδην τὸν βασιλέα, δεσμά τε καὶ κλεῖθρα καὶ φύλακας, ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ φαρισαίους καὶ ὅλον τὸ τῶν Ἰουδαίων συνάθροισμα, ἕνα μαθητὴν τοῦ κυρίου μὴ δυνηθῆναι φυλάξαι, ἰδιώτην, ἄπορον, ἰχθύων συνόμιλον. Τί ἐροῦσι πρὸς ταῦτα Ἰουδαίων παῖδες, οἱ καὶ ἀρτίως ἀπηρυθριασμένῳ προσώπῳ καὶ στόματι τολμήσαντες εἰπεῖν πρὸς τὸν κύριον· ∆αιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; ∆αιμόνιον ἔχειν λέγετε, ὦ Ἰουδαῖοι, ὃν οὔτε ἰδεῖν ὑπομένει ὁ πατὴρ ὑμῶν ὁ διάβολος; Ὑπὸ τίνος ἀοράτως μαστιζόμενος ὁ λεγεὼν καὶ φέρειν μηκέτι δυνάμενος ἀναφανδὸν ἐβόησε τὴν ἀλήθειαν λέγων· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δαίμων πυρακτούμενος ἀπολογεῖται, καὶ ὑμεῖς εὐεργετούμενοι δαιμονιῶντα τὸν κύριον Ἰησοῦν Χριστὸν προσφωνεῖτε; Τίνι εἶπεν ὁ λεγεὼν τῶν δαιμόνων· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν, Σολομῶντι τῷ τὰ Ἱεροσόλυμα κτίσαντι ἢ τῷ δεσπότῃ Χριστῷ τῷ τὰ σύμπαντα ἐν τῇ χειρὶ βαστάζοντι; Ἀλλ' ἐροῦσιν εὐθέως οἱ φιλοδαίμονες Ἰουδαῖοι· Τί οὖν; Σολομὼν οὐκ ἐδεσπότευσε τῶν δαιμόνων; Οὐχὶ πάντας ὑφ' ἓν ὡς ἕνα συνέκλεισεν; Οὐχὶ ἰουδαΐζουσι χαρακτῆρσι τούτους ἐπέδησεν; Οὐχὶ ἄχρι τῆς σήμερον τοῦτον δεδοίκασιν; Ἀλλ' ὦ Ἰουδαῖοι πεταλοράπται, μαγγανοδαίμονες, μάτην ταῦτα προβάλλεσθε· μόνος γὰρ ὁ δεσπότης Χριστὸς κραταιῶς τὸν ἰσχυρὸν ἔδησε καὶ τὰ σκεύη αὐτοῦ διήρπασεν. Σολομὼν γὰρ οὐ μόνον οὐκ ἐδεσπότευσε τῶν δαιμόνων βασιλικῶς, ἀλλὰ καὶ ὑπ' αὐτῶν ἐδεσποτεύθη πρὸς τῷ τέλει διαφθαρείς. Ἀγαπήσας γὰρ τὸν τῆς πολυγαμίας ἔρωτα τῇ τοῦ διαβόλου μαστροπότητι δελεασθείς, καὶ εἰς ἀγέλην γυναικῶν ἀλλοφύλων ὡς ἵππος θηλυμανὴς ἐπιχρεμετίσας, ἐρρύπωσε τὸν τῆς θεογνωσίας θάλαμον. Καταλιπὼν γὰρ τὸν θεὸν τῶν πατέρων αὐτοῦ, ᾦ καὶ τὸν ναὸν ἐδείματο, εἰδώλοις σπήλαια κατεσκεύαζεν. Πῶς οὖν δαιμόνων δεσπότης ὁ τῶν δαιμόνων δοῦλος; Ὢ τῆς Ἰουδαϊκῆς κακίας, ὢ τῆς τοῦ δεσπότου Χριστοῦ μακροθυμίας. Ὀνειδιζόμενος παρακαλεῖ, λοιδορούμενος προσίεται, ῥαπιζόμενος ἐλευθεροῖ, σταυρούμενος ὑπὲρ τῶν σταυρούντων προσεύχεται, τὸν ἐκ γεννητῆς τυφλὸν ὀμματοῖ, καὶ ὡς ἁμαρτωλὸς διαβάλλεται. Ἦ γὰρ οὐκ ἴστε ἄσυλον τὴν μνήμην φέροντες, ὅτιπερ Ἰουδαίων παῖδες οἱ ψυχικῶς τυφλώττοντες πρὸς τὸν σωματικῶς ἀναβλέψαντα ἐβόων λέγοντες τῇ προτεραίᾳ· ∆ὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν; Ὢ Ἰουδαϊκῶν ἀθυρώτων χειλέων. Ἁμαρτωλὸς ὁ Χριστός; Καὶ πῶς ἁμαρτωλὸς ὁ ἁμαρτίας ἀφαιρούμενος; Πότε δοῦλος δοῦλον ἐλευθεροῖ; Πότε ὑπεύθυνος ὑπεύθυνον λυτροῦται; Πότε χρεώστης χρεώστου τὸ χειρόγραφον διαρρήσσει; Ἐλεύθερος δοῦλον ἐλευθεροῖ· μὴ γὰρ δοῦλος δοῦλον; Ἀνεύθυνος κατάδικον λυτροῦται· μὴ γὰρ κατάδικος κατάδικον; Εὔπορος χρεωφειλέτου τὸ χειρόγραφον διαρρήσσει· μὴ γὰρ δέσμιος δέσμιον λύει; Τί δὲ καὶ ἐθεάσασθε τοῦ δεσπότου Χριστοῦ ἁμαρτωλοποιὸν δεῖγμα; Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν; Τοῦτο θεότητος κέλευσμα, οὐχὶ δὲ ἁμαρτίας ἔρευγμα. Ἀλλὰ τὴν ἐκ νεκρῶν τοῦ Λαζάρου κλῆσιν; Καὶ τοῦτο ὡς ζωοποιὸς ηὐθέντησεν, οὐχὶ δὲ ὡς ἁμαρτωλὸς ἐβαττολόγησεν. Ἡμῶν δὲ σιωπησάντων, ὦ Ἰουδαῖοι, λάβετε τῆς πλάνης ὑμῶν ὁδηγὸν αὐτὸν τὸν τυφλόν. Μὴ αἰσχυνθῆτε ὑπὸ τοῦ τυφλοῦ ὁδηγηθῆναι· οὐ γὰρ εἰς βόθυνον ὑμᾶς ῥίπτει, ἀλλ' ἐπὶ πέτραν ἵστησιν· ἔχει γὰρ λάμπουσαν, ἄσβεστον τὴν λαμπάδα τῆς