In mesopentecosten (homilia 10)

 συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες

 πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων.

 ἀποστάζων; ∆έλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ

 ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε ∆αυῒδ λέγων· Τὸ στόμα μου λαλήσ

 συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε το

 παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχ

πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων. Ὁ ἀγράμματος τῶν νομικῶν διδάσκαλος γίνεται λέγων πρὸς αὐτοὺς πεπαρρησιασμένῃ γλώσσῃ· Μάτην τῷ νόμῳ ἐπαναπαύεσθε. Οὐ λέγετε τὸν Ἀβραὰμ δίκαιον καὶ Μωσέα καὶ Ἡλίαν καὶ Ἐλιςσαῖον καὶ πάντας τοὺς προφήτας δικαίους, τὸν δὲ Χριστὸν ἁμαρτωλόν; Τίς τῶν παρ' ὑμῖν δικαίων ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν; Εἰ δὲ ἐκείνων οὐδεὶς ἴσχυσε τοῦτο ποιῆσαι, ὁ δὲ ἁμαρτωλὸς φημιζόμενος πάντας ἐκείνους ὑπερηκόντισεν, φθόνῳ τὸ ἐπ' ἐμοὶ θαῦμα καλύψαι βούλεσθε; Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν τυφλόν· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τοὺς προφήτας ὑβρίζεις, ὑποβολιμαῖε τυφλέ; Ἡλίας ὁ προφήτης νεκρὸν οὐκ ἀνέστησεν; Ἐλισσαῖος ὁμοίως τὰ ὅμοια αὐτοῦ οὐ διεπράξατο; Μωσῆς, ὁ μέγιστος προφήτης, τὴν πλωτὴν θάλασσαν ἤπειρον οὐκ ἐποίησεν; Οὐρανόθεν οὐκ ἐθήλασε μάννα; Πέτρας ἀγόνου λαγόνας οὐκ ἤνοιξεν; Τὴν θάλασσαν ἐμέσαι ὀρτυγομήτραν οὐ παρεσκεύασεν; Παῦσαι τοίνυν, τυφλέ, παῦσαι· οὐ μείζω ταῦτα τῆς σῆς πεφαντασμένης ἀναβλέψεως; Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· Ἀντιλέγεται ὑμῶν ἡκαταρρητόρευσις· μάτην αὐχεῖτε. Οὐκ ἔχετε πρὸς ἀπαίδευτον· ὅπερ ἡ ὄψις ἐζημίωσεν, ἡ ἀκοὴ ἀνεπλήρωσεν. Μωσῆς καὶ Ἡλίας καὶ Ἐλισσαῖος, ἐφ' οἷς ἀναπαύεσθε καὶ ἐναβρύνεσθε ὅτι ἐθαυματούργησαν, οἶδα κἀγώ, ἀλλ' ὅμως προσευξάμενοι, ἱκετεύσαντες, δακρύσαντες, στενάξαντες, χρόνῳ δεηθέντες, ἔλαβον τοῦ δώρου τὸ χάρισμα· ὁ δὲ παρὼν Ἰησοῦς, ὁ παρ' ὑμῶν μὲν ἁμαρτωλὸς νομιζόμενος, παρ' ἐμοὶ δὲ θεὸς γνωριζόμενος, σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν βουλήσει μόνον τὸ λεῖπον ἀνεπλήρωσεν. Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν τυφλόν; Πολλὴ γὰρ ἡ γενομένη κατ' ἐκεῖνο καιροῦ ἀντίρρησις, ἣν οὐκ ἔχω δυνάμεως ἐν τῷ παρόντι παραθέσθαι διὰ τὴν τοῦ καιροῦ στενοχωρίαν καὶ τὴν τῶν προκειμένων ἐπιθυμίαν. ∆ιὸ χρεώστην ὑμῖν ἐν τῷ παρόντι ἑαυτὸν καθυπογράψας ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. [Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν ποτὲ τυφλόν; Εἰ θεὸν ὀνομάζεις τὸν ὀμματώσαντά σε, πῶς πηλὸν μόνον ἐπέχρισέ σου τοὺς ὀφθαλμοὺς καὶ ἀπέστειλέ σε εἰς τὸν Σιλωὰμ νίψασθαι; Ὁ Σιλωάμ σε οὖν ἐθεράπευσεν, μὴ ὁ ἀποστείλας σε ἐκεῖ ὃν λέγεις θεόν. Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· Οὐχ ὁ Σιλωάμ, ἀλλ' ὁ ἀποστείλας με ἐθεράπευσεν· ὁ γὰρ Σιλωὰμ ὁ 20ἀπεσταλμένος20 ἑρμηνεύεται. Εἰ δὲ διὰ τὸ ἀποσταλῆναί με ἐν τῷ Σιλωὰμ κἀκεῖ νίψασθαι, τῷ Σιλωὰμ οὐχὶ δὲ τῷ ἀποστείλαντι ἐπιγράφετε τὸ θαῦμα, ἐξ ἀνάγκης καὶ τὸ ὑπὸ Ἐλισ σαίου γενόμενον θαῦμα, ὅτε τὸν Νεεμὰν τὸν Σύρον ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἀπέστειλεν εἰπών· Λοῦσαι καὶ καθαρίσθητι, τῷ Ἰορδάνῃ ποταμῷ ἐπιγράψατε καὶ μὴ Ἐλισσαίῳ τῷ τοῦτο κελεύσαντι. Εἰ δὲ βούλεσθέ φησιν, ὦ Ἰουδαῖοι, ἀκριβέστερον μαθεῖν, οὐ δι' οἰκείαν ἀτονίαν ἀλλὰ διὰ τὴν ὑμετέραν πληροφορίαν ἀπέστειλέ με ὁ δεσπότης Χριστὸς εἰς τὸν Σιλωάμ. Ὥσπερ γὰρ τὸν παράλυτον συσφίγξας ἐκέλευσεν αὐτὸν τὴν κλίνην ἐπ' ὤμοις βαστάζειν, ἵνα τῆς κλίνης θεωρουμένης μὴ δυνηθῇ κλαπῆναι τὸ θαῦμα, οὕτως καὶ ἐνταῦθα πηλὸν τοὺς ὀφθαλμοὺς ἐπιχρίσας ἐκέλευσέ με τρέχειν εἰς τὸν Σιλωάμ, ἵνα πλειόνων μαρτύρων καταδραμόντων μὴ δυνηθῆτε ὑμεῖς συκοφαντῆσαι τὴν ἀλήθειαν. Εὔκαιρον οὖν λοιπὸν ἐπὶ τὸ προκείμενον χωρῆσαι.] Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Μεσούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν, καὶ ἐθαύμαζον πάντες οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; Ὦ θαῦμα Ἰουδαϊκόν, καταγνώσεως πεπληρωμένον. Πῶς οἶδε γράμματα μὴ μεμαθηκώς φησι γράμματα; Τούτων δέεται ὁ τῶν γραμμάτων ποιητής; Πρὸς διδάσκαλον ἔδει φοιτᾶν τὸν τῆς γλώττης τορνευτήν; Παιδείας δεῖται ὁ σοφίαν