In mesopentecosten (homilia 10)

 συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες

 πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων.

 ἀποστάζων; ∆έλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ

 ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε ∆αυῒδ λέγων· Τὸ στόμα μου λαλήσ

 συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε το

 παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχ

συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε τοὺς Ἰουδαίους αἰχμαλωτίσας. Τίς δὲ καὶ ἡ ἀρχὴ τοῦ ἀναγνώσματος; Ἀναγκαῖον τὰ μὲν παραθέσθαι, τὰ δὲ ἐν ἑτέρῳ καιρῷ ταμιεύσασθαι. Ἤκουες γὰρ ἀρτίως τοῦ συγγραφέως Λουκᾶ λέγοντος· Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὄντως ἑορτάζομεν σήμερον, ὅτι οὐ μόνον δεσποτικοὺς ἀλλὰ καὶ μαρτυρικοὺς ἀγῶνας θεωροῦμεν· Ἰάκωβος σφάζεται καὶ Ἰωάννης ἀγάλλεται, Πέτρος φυλακίζεται καὶ ἡ ἐκκλησία προσεύχεται, τὰ δεσμὰ διαρρήσσεται καὶ ὁ διάβολος περισχίζεται, τὸ πάσχα τῶν Ἰουδαίων πεπλήρωται καὶ ὁ ζητούμενος οὐχ εὑρίσκεται, Ἡρῴδης τοὺς φύλακας κατακρίνει καὶ Πέτρος τὸ θαῦμα καταγγέλλει, ἡ σιδηρᾶ πύλη ἠνοίγετο καὶ ἡ Ἰουδαϊκὴ καρδία οὐ κατηνοίγετο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Καθ' ὃν τὸ βασιλικὸν τοῦ σωτῆρος ὄνομα χωλοῖς δρόμον ἐχαρίζετο, σιμικινθίοις νόσους ἐφυγάδευσεν, σκιαῖς πυρετοὺς ἀπεσπόγγιζεν, μαρτυρικοὺς στεφάνους συνέπλεκεν, Ἰάκωβον στεφάνῳ μαρτυρικῷ κατεκόσμησεν, Ἰωάννην θεολόγον ἐδείκνυεν, Πέτρον παλαιστὴν γενναῖον ἐφύλαττεν. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Ὅτε ξόανα τῆς βάσεως ἔπιπτον καὶ εἴδωλα χλευάζειν οὐκ ἴσχυον, ὅτε βωμοὶ ἀνεσκάπτοντο καὶ ἱερεῖς ἐκόπτοντο, ὅτε ἐγγαστρίμυθοι ἐφιμοῦντο καὶ περιάπτων μαγγανεῖαι ἐρρίπτοντο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Καθ' ὃν ἡ συναγωγὴ διελύετο καὶ ἡ ἐκκλησία συνεσφίγγετο, καθ' ὃν οἱ νομικοὶ ἠπόρουν καὶ οἱ ἀπόστολοι ηὐπόρουν, καθ' ὃν ἡ περιτομὴ τῆς σαρκὸς ἐμειοῦτο καὶ ἡ σφραγὶς τῆς καρδίας ἐπληθύνετο, καθ' ὃν τὰ ἄζυμα ἐφθίνει καὶ ὁ ἐπουράνιος ἄρτος ἤνθει, καθ' ὃν ἡ ἑπτάμυξος λυχνία ἐσβέννυτο καὶ ὁ δωδεκάκτινος σταυρὸς ἀνήπτετο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ βασιλέως φρόνησις, μᾶλλον δὲ τυράννου ἐπιχείρησις. Ποῖος γὰρ βασιλεύς, ὁ μὴ ὢν ἐν τῇ χειρὶ τοῦ θεοῦ, ἀλλ' ἐν τῇ βουλῇ τοῦ διαβόλου; Πέτρον σπεύδεις φονοκτονῆσαι, ὦ Ἡρῴδη; ∆ιὰ τί; Μὴ γὰρ ἀνταρσίαν ἐμελέτησεν; Μὴ γὰρ διάδημα κατεσκεύασεν; Μὴ γὰρ πορφύραν ἐκτήσατο; Μὴ γὰρ θησαυροὺς χρημάτων ἐπλήθυνεν; Μὴ γὰρ ὁπλίτας ἐμισθώσατο; Μὴ γὰρ πόλεις ἰσχυρὰς ἤγειρεν; Γυμνὸς καὶ ἄπορος ὑπάρχει ὁ Πέτρος ἐν τοῖς σωματικοῖς, κατέλιπε καὶ τὰ πατρῷα δίκτυα καὶ τὴν ἁλιευτικὴν σκάφην καὶ τῆς τῶν ἰχθύων ἄγρας κατεφρόνησεν. Ἐπείσθη τῷ δι' ἡμᾶς πτωχεύσαντι Χριστῷ λέγοντι· Μὴ κτήσησθε χαλκὸν ἢ πήραν ἢ βαλλάντιον μηδὲ διπλοῦν χιτῶνα. Ὦ Ἡρῴδη, τί τοὺς βαρβάρους καταλιπὼν τοῖς ἀποστόλοις πολεμεῖς; Τί τειχομαχίας ἀργῶν τὴν ἐκκλησίαν διορύττεις; Τί τὰς χεῖρας ἐκτείνεις, οὐχ ἵνα τυράννου τὴν κώμην κατάσχῃς, ἀλλ' ἵνα θυσιαστήριον τοῦ βασιλέως Χριστοῦ στρέψῃς; Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ χεῖρες Ἡρῴδου εἰς προσευχὴν μὴ ἐκτεινόμεναι, ἀλλ' εἰς δικαιοκτονίαν ὁπλιζόμεναι. Αὗται γὰρ αἱ χεῖρες, ὡς ἴστε, κατὰ τοῦ στύλου τῆς ἐκκλησίας ὡπλίσθησαν. Ταύτας τὰς χεῖρας θεωρήσας ὁ Πέτρος ἐβόα καὶ προσηύχετο ἐν τῇ φυλακῇ τὰ τοῦ ∆αυῒδ ῥήματα λέγων· Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Εἰ μὴ γὰρ μισθὸν ὁ Ἡρῴδης