τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται Θεοῦ. Ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον. Καὶ ἐν ἄλλοις περὶ τοῦ αὐτοῦ. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τόπον, μήποτε 12.277 ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώ μενοι ἐπὶ τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ Θεὸς τὴν ἐγκρυ πτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται εἰς τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπάγῃ θεραπείαν. Τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν τῷ ∆ευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν διηγαγέ σε Κύριος ὁ Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυ λάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνισέ σε· καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄν θρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ἄνθρωπος.» Τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ Θεὸς καὶ πειράζει, ἵνα διαγνω σθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν, ἐναπο κείμενα δὲ τῷ βάθει, καὶ εἰς φανερὸν διὰ τῶν κα κώσεων ἐρχόμενα. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ Κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλό μενον πρὸς τὸν Ἰὼβ, οὕτως· «Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος·» οὔτε γὰρ εἶπε, γένῃ δίκαιος, ἀλλ', ἵνα ἀναφανῇς, τοιοῦτος ὢν καὶ πρὸ τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. Καὶ πάλιν ἐν ἄλλῳ τόμῳ ἐν ταῖς αὐταῖς εἰς τὴν Ἔξοδον σημειώσεσιν. Ἔλεγε δέ τις τῶν καθ' ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν, λέγειν εἰώθασι τὸ, «Ἐγώ σε ἀπώλεσα,» καὶ, «Ἐγώ σε πονηρὸν ἐποίησα,» μετὰ τοῦ ἤθους ἐμφαίνοντες, ὅτι ἡ χρηστότης αὐτῶν καὶ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. Ὥσπερ οὖν τούτων λεγομένων δύναταί τις λέγειν συκοφαντῶν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότη τος τοῦ Θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ, ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. Παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολι κῶν ῥητῶν, ὃ νενόηκεν εἰπεῖν· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακρο θυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; διὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοσύνης τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ὁ αὐτὸς γοῦν Ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπι 12.280 στολῇ φησιν· «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·» ὡς τῆς μακροθυμίας αὐτοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς, καὶ οἱονεὶ γεγεννηκυίας. Εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρ τάνοντας, ἀλλ' ἐλεοῦντα, ἐπλεόνασε τῇ χύσει, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀρ γῆς, καὶ ἵν' οὕτως εἴπω, αὐτὸς τὰ πάντα πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο, αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. Ὅτε γὰρ σημείων τοσούτων καὶ τε ράτων γενομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ἐλέγχεται; τῆς σκληρότητος καὶ ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυναμένης γεγονέναι. Ὅμοιον δὲ καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· «Εἰς κρίμα