Fragmenta ex commentariis in Exodum

 Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν

 διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ

 ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύ ριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέρο

 τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλε

 ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετ

Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησε Φαραὼ εἰ μὴ ἐσκληρύνθη; Εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν· εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρ δίαν, ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. Τί δὲ ἐνεργῶν ὁ Θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλή ρυνεν αὐτόν; καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων, «Ἀνθ' ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου, καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγὼ δέ εἰμι Κύριος·» ὡς διὰ τοῦτο τῶν νομιζο μένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν Θεόν. Ἐν δὲ τοῖς Μακκαβαϊκοῖς τοιοῦτόν τι λέγεται· «Παρακαλῶ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινό μενα μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γέ νους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ ∆εσπό της, ὡς εἰς τέλος ἀφειμένων αὐτῶν τῶν ἁμαρ τημάτων, ὕστερον αὐτοὺς ἐκδικῇ· οὕτω καὶ ἐφ' ἡμῖν ἔκρινε, παιδεύων δὲ μετὰ συμφορᾶς, οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν.» Εἰ γὰρ τὸ ἐπιπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα, μεγάλης εὐεργεσίας ἐστὶ ση μεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύν θαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται, μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. Οἱονεὶ δὲ Θεοῦ μιμητὴς γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ ∆αυῒδ, ἐντέλλεται 12.269 περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβενὴρ, υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα, εἶτα ἐπιφέρει· «Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου.» ∆ῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολα σθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφει λομένης αὐτῷ κολάσεως καὶ βασάνου, διὰ τὸ ἐντεῦ θεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλ λαγήν. Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπό τε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχό μεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σο φοῦ, καὶ δικαίου, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν· κατὰ δὲ τὸ ἐφαρ μόζειν, ἢ μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» ὑπονοοῦμεν. Ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ Θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχον τας καὶ ἐπικαιριωτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν, αἱ μέν εἰσιν ἐπὶ πλεῖον, αἱ δὲ ἐπ' ἔλαττον πό νους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομέ νοις· πάλιν τ' αὖ βοηθήματα, ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει, καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ, ὥσπερ εἰπεῖν, μόνον ἅψασθαι αὐτῆς. Μαρ τυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος Γραφὴ, σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, καὶ συμ βεβηκέναι αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως· ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι, καὶ λιμοῖς πολυχρο νιωτέροις, ἢ ὀλιγοχρονιωτέροις. Ἀπεμφαινόντως δὲ ἐν τῷ· «Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοι χεύωσι.» Τάχα γὰρ ἐπὶ πλεῖον ἀφιεμένας ψυ χὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυτοῖς ἐγκαταλείπει· ἕως κορεσθεῖσαι ἀποστρα φῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βου λόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς,