Fragmenta ex commentariis in Exodum

 Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν

 διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ

 ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύ ριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέρο

 τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλε

 ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετ

διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ δεύτε ρον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλά χθαι τῶν κακῶν. Οἶδε δὲ ὁ τεχνίτης Θεὸς τὰς δια θέσεις ἑκάστων, καὶ ὡς ἐπιβάλλει αὐτῷ, μόνος ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, 12.272 τί χρὴ, καὶ πότε ἑκάστῳ ποιεῖν. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος τοῦ, ἵν' οὕτως εἴπω, κεχωρηκότος κακοῦ, ὁ ἰατρὸς εἰς τὴν ἐπιφάνειαν διά τινων φαρμάκων ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοι δήσεις, καὶ πόνους πλείονας ὧν εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος ποιεῖν αὐτοῖς ἐπὶ λυσσοδήκτων, καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν Θεὸν οἰκονο μεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. Καὶ ὥσπερ λέγει ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· Ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονι κώτερος, οὐκ αἰτιάσεται, ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐργάσασθαι· ὁ δέ τις λέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν, τὸ δέον ὑγιάζειν, ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτω δὲ οἶμαι καὶ τὸν Θεὸν εἰρηκέναι τό· «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φα ραώ·» καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς Θεοῦ λογίων, τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ Θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειό νων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον τὰ γινόμενα καταπλητ τόμενοι ἀκολουθεῖν τοῖς Ἑβραίοις· «Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐ τοῖς·» ἀποῤῥητότερον δὲ καὶ βαθύτερον τάχα, καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν, οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς ἄγοντι αὐτὸν, καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρ χούσης κακίας ἐκβράσματα ἐπιτελέσας, ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἀπὸ τοσούτου πολέμου τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. Ἀλλ' εἰκὸς δυσπαθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγό μενον, ὡς ἄρα συμφέρον γεγονέναι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι, μέχρι καὶ τῆς καταποντώσεως. Ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι τοῦ περὶ τῶν εἰρημένων. «Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ ∆αυῒδ, τοῦ ἁμαρτωλοῦ·» ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἔτι δὲ αὐτὸς ὁ ∆αυῒδ ἀπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ, καὶ τῶν εἰς αὐτὸν πιστευόντων, φησίν· 12.273 «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δι καιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολὰς δέ μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν.» Οὐκοῦν χάρις Θεοῦ ἐστι τὸ ἄνομον ἐπισκεφθῆ ναι ῥάβδῳ, καὶ τὸν ἁμαρτωλὸν μάστιξι. Καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται· διὸ καὶ ἀπειλεῖ ὁ Θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰου δαίαν οἰκούντων, «Μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὑτῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμ φας αὐτῶν ὅταν μοιχεύωσι.» Καὶ ἀλλαχοῦ φησιν· «Ἀνθ' ὧν ἐκαθάρισά σε καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι.» Οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται. Παρατηρητέον δὲ καὶ ἐπὶ ταῖς προφητικαῖς ἀπειλαῖς