Fragmenta ex commentariis in Exodum

 Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν

 διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ

 ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύ ριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέρο

 τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλε

 ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετ

ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν ἐλήλυθε. Καὶ μεθ' ἕτερα οὕτως. Τὰ τεράστια γινόμενα, τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὡς παρὰ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δ' ἀπειθοῦσι σκληρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. Καὶ ἐκ τοῦ Εὐαγγελίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι περὶ τοῦ καὶ τὸν Σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι τισίν· «Οὐαί σοι χώρα Ζὶν, οὐαί σοι Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν,» καὶ τὰ ἑξῆς· προγνώστης γὰρ ὁ Σωτὴρ ὢν τῆς ἀπιστίας τῶν ἐν χώρᾳ Ζὶν, καὶ τῶν ἐν Βηθσαϊδὰ, καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως, ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν χώρᾳ Ζὶν, καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις, καὶ Σιδωνίοις, ἢ τούτοις; Καὶ μεθ' ἕτερα. «Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· Τάδε λέγει Κύριος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἶπα δέ σοι, Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν. Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα γοῦν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.» Λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι Θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ βασιλέως, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν, καὶ ἀπειλῶν, εἰ μὴ ἀπολύσει, ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; Θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. Εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται, καὶ ἀναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δου-λεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ ∆ημιουργοῦ. Ἅπαξ δὲ ἐὰν νῦν ἀναγκασθῶσι βε- 12.281 βιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ ∆ημιουργοῦ, ἀλλὰ φάσκειν αὐτὸν ἀγαθὸν εἶναι. Πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» πότερον ἀληθῶς πιστεύουσι λέγεσθαι ταῦτα ὑπὸ τοῦ Θεοῦ, διὰ Μωϋσέως ἐνθουσιῶντος, ἢ ψευδῶς· εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ Θεὸς, οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ Θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰ- τιᾶται λέγων· «Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν·» καὶ ἀλλαχοῦ· «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» Τὸ γὰρ, «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσ- ωπητικῶς λέγεται πρὸς τὸν Φαραὼ οὐκ ἐντρεπόμενον, οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. Καὶ τὸ λεγόμενον δὲ παρὰ Μωϋσέως πρὸς τὸν Φαραὼ, «Ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ, καὶ σὺ, καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν Κύριον,» δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους, περί τε ἀγαθότητος Θεοῦ, καὶ περὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.