Fragmenta ex commentariis in Exodum

 Φαραὼ, ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα, σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀπο κρινέσθωσαν

 διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ

 ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύ ριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέρο

 τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον, καὶ ἐπὶ τέλε

 ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον·» οὐ γὰρ προέθετο ὁ Σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν, τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετ

ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· «Γνώσονται ὅτι ἐγώ εἰμι Κύ ριος.» Καὶ ἀπειλεῖ οὐ μόνον Ἰσραηλίταις, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ Ἀσσυρίοις, καὶ ἑτέροις ἐχθροῖς τοῦ λαοῦ. Τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται. Ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δ' ὅτι σκλη ρὸν οὐ σκληρύνεται, ἀλλ' ἀπὸ ἁπαλότητος ἡ σκλη ρότης εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν Γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. Λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων, γεγένηται πονηρὸς, ἀλλὰ καὶ ἤτοι αἰτιώμενος ὁ Θεὸς τῷ Φαραὼ, μάτην αἰτιᾶται, ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρ τημάτων τῶν κατὰ τὴν ἀπείθειαν τῷ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης ἐκεῖνος. Πι στευτέον μέντοιγε καὶ τοῦτο, διὰ τὸ καταχρώ μενον τὸν Ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· «Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; τῷ γὰρ βουλή ματι αὐτοῦ τίς ἀνθέστηκε;» τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν, καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. Ἤτοι οὖν οἱ ἐν Θεῷ ἐλεούμενοι τοῦ σκλη ρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀνα πλάσσεται αὐτοῖς ἕτερος Θεὸς, ἢ ἀγαθός. Κατ' αὐ τοὺς Θεὸς, οὐκ ἐλεήμων μόνον, ἀλλὰ καὶ σκληρύνων, καὶ οὐκ ἔτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι, καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων, ἐνι στάμενοι καὶ δεικνύντες ὅτι οὔτε εἰς ἃ ὑπολαμβά 12.276 νουσι περὶ Θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύ σεως, συμβάλλεται αὐτοῖς, ὡς οἴονται, ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος. Ἡμεῖς δὲ πολλα χόθεν πειθόμενοι, καὶ πόνον καὶ κόλασιν τὰ προσα γόμενα ἀπὸ τοῦ Θεοῦ νομίζομεν γίνεσθαι, οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν. Καὶ τὰ χαλεπώτατα γοῦν Θεῷ νομιζόμενα προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,» τοῦ ταῦτα εὐχομένου, δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ Θεοῦ, καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐ τοῦ, ὡς τινῶν ἐλεγχθησομένων τῷ θυμῷ τοῦ Θεοῦ, καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς Καινῆς ∆ια θήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν Σω τῆρος λέγοντος· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε δὲ ἐκάη·» οὐκ ἂν γὰρ μὴ σωτηρίου ὄντος τοῦ πυρὸς, ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ, οὐ μόνον πεφρόντικε τῆς οἰκοδομῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γε γενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν εἰς Χριστὸν πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δε δώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει αὐτὸν εἰς θεοσέ βειαν, λέγων αὐτῷ· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δι καιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, καὶ νῦν ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Ποίου καιροῦ; ἢ τοῦ ὅτε ἐπι πληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλε πιστεύων ὄνασθαι τῆς θεοσεβείας; Ἀλλὰ καὶ ∆ημᾶς, καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, παραπλήσιόν τι πεπόνθασι τοῖς προειρη μένοις. Καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς, καὶ αὐτὸς παραδίδοται