παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11-13 Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῶ; ἀλλὰ τί τὸ ἐν τοῦ θεοῦ; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρατηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν 234 πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ' ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ' οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος. Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλωπίζοντες ἀλλὰ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες, πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες. Πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ὅταν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας. 233,ξολ2.Ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρόσωπά ἐστιν δύο, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ ἔστι διαφωνία γνώσεως, οὕτως καὶ ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, ἐπὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ ἐκ τοῦ θεοῦ. διαφορὰ δὲ πολλὴ τοῦ τε ἐν αὐτῷ καὶ τοῦ ἐκ τοῦ θεοῦ· 234,ξολ2 τὸ μὲν γὰρ ἐν αὐτῷ συμπληρωτικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν.Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ εἶπεν ὡς ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ δὲ ἀκάθαρτον τοῦ κόσμου ὡς συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας· μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ πνευματικοῖς πνευματικὰ συγκρίνομεν, ὅταν ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια γένηται τοῦ πρώτου διδάγματος ἢ ὁράματος ἢ θαύματος· τὰ γὰρ δεύτερα τοῖς πρώτοις συγκρίνονται καὶ τὰ αὐτὰ εὑρίσκονται. πληροφορίαν μεγίστην λαμβάνομεν τῆς ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ τοῦτο δὲ δηλοῖ τὸ συγκρίνοντες ἐξ ἐναντίου, καὶ τοῦτο διακρίνοντες καὶ χωρίζοντες· βέλτιον δὲ τὸ πρότερον. 1 Kor 2,14-15 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς. 235 Μωρία γὰρ αὐτῷ ἐστιν. τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ θεοῦ ἀποκάλυψις. Τοῦ γὰρ ἁγίου πνεύματος χάρις δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν τεχνικόν, οὐ τεχνικῶς ἀλλ' ἰσχύϊ τῶν θαυμάτων. Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται, ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ' ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει. διὰ τοῦτό φησιν· τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τοῦτ' ἔστι τὴν γνῶσιν. 234,ξολ2 Ψυχικὸν δὲ λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογισμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν 235,ξολ2 γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ σαρκικὸν λέγει τὸν νοσοῦντα περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ