1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐὰν δὲ συμπαρῶσι μετὰ σοῦ δύο ἢ τρεῖς παρθένοι εὐχαρισ τήτωσαν ἐπὶ τὸν προκείμενον ἄρτον καὶ συνευχέσθωσαν. ἐὰν δὲ εὑρεθῇ κατηχουμένη ἐν τῇ τραπέζῃ, μὴ συνευχέσθω μετὰ τῶν πιστῶν, οὐδὲ μὴ καθίσῃς φαγεῖν τὸν ἄρτον σου μετ' αὐτῆς οὐδὲ πάλιν καθίσεις φαγεῖν τὸν ψωμόν σου μετὰ γυναικῶν ἀμελεστέρων καὶ γελοιαστριῶν ἄνευ ἀνάγκης· σὺ γὰρ ἁγία εἶ κυρίῳ τῷ Θεῷ, καὶ τὸ βρῶμά σου καὶ τὸ πόμα σου ἡγιασ μένον ἐστί· διὰ γὰρ τῶν προσευχῶν καὶ τῶν ἁγίων ῥημάτων ἁγιάζεται. παρθένοι εὐλαβεῖς καὶ θεοσεβεῖς συμφάγονταί σοι· οὐ συνδειπνήσεις μετὰ γυναικῶν ὑπερηφάνων, οὐδ' οὐ μὴ κτήσῃ φίλην γυναῖκα ἀλαζόνα. λέγει γὰρ ἡ θεία γραφή· «ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερη φάνῳ ὁμοιωθήσεται αὐτῷ.» καθεζομένης πλουσίας μετά σου ἐπὶ τῆς τραπέζης, ἐὰν ἴδῃς γυναῖκα πενιχρὰν, καλέσεις αὐτὴν εἰς τὸ φαγεῖν καὶ οὐκ αἰσχυνθήσῃ εἰς τὴν πλουσίαν. μὴ ἀγαπήσῃς τὴν δόξαν τῶν ἀνθρώπων ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ· ὁ γὰρ Θεὸς τῶν πτωχῶν καὶ τῶν ἐξουδενωμένων ἐστί. μακαρία ψυχὴ ἡ φυλάσσουσα ταῦτα.

14 Οὐκ ἀγαθὸν νεωτέραν συναναστρέφεσθαι μετὰ νεω τέρας· εἰ δὲ μή γε, οὐδὲν καλὸν πράττουσι· μία γὰρ τῆς μιᾶς παρακούει καὶ μία τῆς μιᾶς καταφρονεῖ. ἀλλὰ ὑπὸ πρεσβύτιδα εἶναι ἀγαθόν. ἡ γὰρ πρεσβύτις οὐ συγκαταβαίνει τοῖς θελή μασι τῆς νεωτέρας. οὐαὶ παρθένῳ τῇ μὴ οὔσῃ ὑπὸ κακόνα. ἔστι γὰρ ὡς πλοῖον τὸν κυβερνῶντα μὴ ἔχον. κεκλασμένων γὰρ τῶν αὐχένων μὴ ἔχον τὸν ὁδηγὸν ῥίπτεται ὑπὸ τῶν κυμάτων ὧδε κἀκεῖσε, ἕως προσκρούει πρὸς πέτραν καὶ εὐθὺς ἀπόλλυται· οὕτως ἐστὶ πᾶσα παρθένος μὴ ἔχουσα, ὃν φοβεῖται. μακαρία παρθένος ἡ οὖσα ὑπὸ κακόνα· ἔσται γὰρ ὡς ἄμπε λος ἐν παραδείσῳ καρποφόρος· καὶ ἐλθὼν ὁ γεωργὸς αὐτῆς διακαθαίρει τὰ κλήματα αὐτῆς καὶ ποτίζει καὶ κνίζει τὰς σαπρὰς βοτάνας τὰς κύκλῳ αὐτῆς. ἐκείνη δὲ ἔχουσα τὸν πο νοῦντα ἀποδίδωσι τίμιον τὸν καρπὸν αὐτῆς ἐν καιρῷ εὐθέτῳ. φύλασσε δὲ καὶ ποίει τὰς δοξολογίας τὰς ἐπὶ τῆς τραπέζης, καὶ ἔσται σοι τὸ βρῶμα καὶ τὸ πόμα ἡγιασμένον· ὅταν οὖν ἀναστῇς ἐκ τῆς τραπέζης, πάλιν εὐχαριστοῦσα λέγε ἐπὶ τρίς· «ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». καὶ μετὰ τὴν δοξολογίαν πάλιν τὴν εὐχὴν πλήρωσον λέγουσα οὕτως· «Ὁ Θεὸς ὁ παντοκράτωρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, εὐχα ριστοῦμέν σοι καὶ αἰνοῦμέν σε, ὅτι κατηξίωσας ἡμᾶς μετα λαβεῖν τῶν ἀγαθῶν τῶν σῶν, τῶν σαρκικῶν τροφῶν. δεό μεθα καὶ παρακαλοῦμέν σε, κύριε, ἵνα καὶ τὰς ἐπουρανίους τροφὰς ἡμῖν δωρήσῃ· καὶ δὸς ἡμῖν τρέμειν καὶ φοβεῖσθαι τὸ φρικτὸν καὶ ἔντιμον ὄνομά σου, καὶ μὴ παρακούειν τῶν ἐντολῶν σου· τὸν νόμον σου καὶ τὰ δικαιώματά σου ἐγκατά θου ἐν ταῖς καρδίαις ἡμῶν, ἁγίασον δὲ ἡμῶν τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τοῦ ἠγαπημένου σου παιδός, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ σοι δόξα, τιμή, κρά τος εἰς τοὺς αἰῶμας τῶν αἰώνων, ἀμήν.»

15 Εἰσὶ γὰρ πλείονες τῶν κοσμικῶν, οἵτινές εἰσιν ἀνόη τοι καὶ ὡς τὰ ἄλογα ζῶα τρεφόμενοι, ἀνιστάμενοι πρωῒ καὶ ζητοῦντες, τίνα πλεονεκτήσουσι, τίνα καταδυναστεύσουσιν, ἵνα ἐμπλήσωσι τὴν αἰσχρὰν αὐτῶν γαστέρα· οὗτοι οὐκ οἴδασι τὸν Θεὸν δοξάζειν ἐπὶ τῆς τραπέζης. ἐπὶ τούτων εἶπεν ὁ θεσπέ σιος Παῦλος· «οὗτοί εἰσιν οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.» οὗτοι χείρονες καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν εἰσι· τὰ γὰρ κτήνη καὶ τὰ θηρία οἴδασι τὸν ποιήσαντα αὐτοὺς Θεὸν, καὶ εὐλογοῦσιν αὐτόν· οἱ δὲ ἄνθρωποι, οἱ ὑπὸ τῶν χειρῶν αὐτοῦ πλασθέντες καὶ εἰκόνα αὐτοῦ φοροῦντες, οὐκ οἴδασι τὸν ποιήσαντα αὐτούς· ἀλλ' ὁμολογοῦσιν αὐτὸν μὲν ἐν τῷ στόματι αὐτῶν, τοῖς δὲ ἔργοις ἀρνοῦνται αὐτόν· «σὺ πιστεύεις ὅτι ἔστι Θεός; καλῶς ποιεῖς, καὶ τὰ