χερσογενῆ, πτηνά, πεζοποροῦντα· ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας, ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λόφων, ἔκρυψε γῆς τὸ πρόσωπον, ἐκάλυψεν ἀρούρας. τὸ πᾶν ὁμοῦ συγκέχυτο, κεκοίνωτο τὰ πάντα. ἦσαν ὑδατοπόντιστα τῶν δένδρων τὰ στελέχη, τοῖς ὑψιλόφοις ὄρεσιν ἐπέλαζον ἰχθύες. ὁ λέων ὑδατόκλυστος, ὁ θύννος ἐν τῇ χέρσῳ, ἅπαν ὑδατοφόρητον ἦν τηνικαῦτα ζῷον, ἀεροδρόμον, χέρσυγρον, εὔπτερον, πεζοπόρον. καὶ πάντα συμποντούμενα τοῖς βαθυρρόθοις ὄμβροις ἐν ὕδασιν ἀπέπνεον, οἰκτρῶς ἀπενεκροῦντο, καὶ τοῖς ὑγροῖς τὰς ἑαυτῶν ψυχὰς ἐναπεφύσων. ἁπλῶς εἰπεῖν, ὡς ἐν βραχεῖ, καθάπερ ὑπὸ σκότους πάλιν τῆς γῆς τὸ πρόσωπον ἀόρατον κατέστη, τὸ τοῦ φωτὸς πρωτόγονον πάλιν ἐκράτει χάος, καὶ πάλιν ὑδατόλουτος ἡ ζωοθρέμμων χέρσος. καὶ θῆρες μὲν ἐφέροντο νεκροὶ πελαγωθέντες· ἀνθρώπων δὲ πηλογενῶν ἡ πᾶσα γεναρχία ἄσπετον ὕδωρ σπάσασα καὶ καταποντωθεῖσα, ὡς πλοῖον ὑγροκέλευθον, ὡς θαλασσόπλουν σκάφος, κόνις ἐπέπλεε κωφὴ τὰ τῶν ὑδάτων νῶτα. Νῶε δὲ μόνος ὑποδὺς τὴν ζῳοφόρον στέγην ὡς ναύτης ἀθαλάττευτος ἔνδον ἐναυστολεῖτο, σπέρμα τοῦ γένους ἐν μικρῷ τῷ ξύλῳ διασώζων, οὐ κώπας ἐπαγόμενος, οὐ κάλωας, οὐ λαίφη. τῷ Νῶε δὲ συνέπλεον υἱοὶ καὶ θυγατέρες, γυνή, γυναῖκες τῶν υἱῶν, νυμφίοι θυγατέρων. ἦσαν δὲ κλήσεις τοῖς υἱοῖς Σήμ τε καὶ Χὰμ Ἰάφεθ. ὡς δ' ὑπελώφησεν ἡ πρὶν καταφορὰ τῶν ὄμβρων καὶ πάλιν ὤφθησαν αἱ πρὶν κλυσθεῖσαι πεδιάδες, ἐξέθορε τῆς κιβωτοῦ σὺν τοῖς παισὶν ὁ Νῶε, καὶ ζῷον πᾶν ταυτοστεγὲς τῷ Νῶε συνεξῄει. καὶ πάλιν κόσμος δεύτερος, πάλιν γενάρχης ἄλλος, καὶ πάλιν ἅπασα ψυχὴ πρὸς αὔξην ἐπεδίδου. Ἐκ γοῦν τῆς πρώτης πλάσεως Ἀδὰμ τοῦ πρωτογόνου μέχρις αὖ τοῦ κατακλυσμοῦ συμβάντος ἐπὶ Νῶε πρὸς δισχιλίοις ἔτεσι δὶς ἑκατὸν παρῆλθον, σὺν ἄλλοις τεσσαράκοντα καὶ δύο πληρεστάτοις. Ἀπέγγονοι δ' ἐγένοντο τοῦ Νῶε τοῦ δικαίου, σὺν ἄλλοις ὑψηλόφροσιν ἐκγόνοις ἀπεκγόνοις, Μεσρὲμ ὁ δευτερότοκος τοῦ Χὰμ υἱοῦ τοῦ Νῶε, Νεβρώδ τε γίγας, ὁ πολὺς τῇ τῆς χειρὸς ἰσχύϊ. Μεσρὲμ μὲν οὖν κατῴκησε τὴν τῆς Αἰγύπτου χώραν, ἀφ' οὗπερ καὶ τὴν Αἴγυπτον φασὶν ὀνομασθῆναι (τὸ γὰρ Μεσρὲμ Ἑβραϊκῶς Αἴγυπτον ἑρμηνεύει), ὁ δὲ Νεβρὼδ κακῴκησεν εἰς χώραν προσαρκτίαν, τὴν ἐξ Ἀσοὺρ τοῦ Σὴμ παιδὸς κληθεῖσαν Ἀσσυρίαν· ὃς τοὺς ἀνθρώπους ἔπεισε τὸν κτίστην ἀθετῆσαι, καὶ πρῶτος παρηνόμησεν εἰς τὸν πεποιηκότα, καὶ πρῶτος ἐφρυάξατο κατὰ θεοῦ τοῦ ζῶντος, καὶ τὴν τιμὴν τὴν τῷ θεῷ προσήκουσαν, ὡς θέμις, εἰς ἑαυτὸν ἠθέλησε μετενεγκεῖν ἀφρόνως. καὶ σύμβουλος ἐγένετο πρὸς τὴν πυργοποιίαν, ὡς ἂν ἀμύναιτο θεόν, εἰ πάλιν βουληθείη κατακλυσμὸν ἐπενεγκεῖν τῷ γένει τῶν ἀνθρώπων. οἱ γοῦν πεισθέντες ταῖς αὐτοῦ ματαίαις συμβουλίαις οἰκοδομεῖν μὲν ἤρξαντο τὸν πύργον τῆς Χαλάνης ὑπερνεφῆ, μετέωρον, ὑπέρμεγαν εἰς ὕψος, αὐτῇ σχεδὸν ἐγγίζοντα τῇ σεληναίᾳ σφαίρᾳ, τὸ δ' ἔργον οὐκ ἐτέλεσαν τῆς ματαιοπονίας· ὁ γὰρ θεὸς συνέχεε τὰς γλώσσας τῶν κτιζόντων, κἀντεῦθεν διεσπάρησαν ἄλλος εἰς ἄλλον τόπον. Ἕβερ δὲ μόνος τῆς πληγῆς ἐλεύθερος ὑπῆρξεν· οὐ γὰρ συγκατετίθετο τοῖς ματαιοπραγοῦσιν. ὁ μὲν οὖν τόπος ἔλαχεν ἐκ τοῦ συμβεβηκότος ὀνομασθῆναι Βαβυλὼν ἤτοι συγκεχυμένη· τὸ γὰρ Βάβελ τὴν σύγχυσιν Ἑβραϊστὶ σημαίνει· ἐκεῖ γὰρ συνεχύθησαν πυργοκτιστῶν αἱ γλῶσσαι. Εἰς πληθυσμὸν δὲ φθάσαντος τοῦ τῶν ἀνθρώπων γένους καὶ βασιλεὺς μετὰ μικρὸν γέγονεν Αἰγυπτίοις, καὶ πρῶτοι βασιλεύεσθαι τῶν ἐπὶ γῆς ἀνθρώπων Αἰγύπτιοι κατήρξαντο, καὶ τοῦ φορολογεῖσθαι. τὸ βασιλεύεσθαι δ' αὐτοὺς ἔσχεν ἀρχήν, ὡς λόγος, ἑπτὰ καὶ μόνον γενεῶν παρελθουσῶν ἀνθρώποις μετὰ τὴν ὑδατόρροιαν, ὑφ' ἧς τὸ πᾶν ἐφθάρη. ἐντεῦθεν παρηνόμησε τὸ γένος τῶν ἀνθρώπων, καὶ πρὸς ἀθέσμους ἔβλεψε πράξεις καὶ βδελυρίας, σφαγὰς ἀνδροκτασίας τε, φόνους, ἀκολασίας. ταῖς ἁρπαγαῖς ἐπέχαιρον, ἐτέρποντο μοιχείαις, καὶ πᾶσαν ἐπετήδευον ἐπίνοιαν κακίας, ἐλῄστευον, διήρπαζον,
6