1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

Ι∆ʹ. ∆εῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμης· ὅ τε λαὸς οὗτος ὀνήσεται, χαίρων, εἴπερ ἄλλῳ τινὶ, τοῖς τοιούτοις λόγοις· καὶ ὑμεῖς ἐπιγνώ σεσθε, εἰ μὴ μάτην φθονούμεθα, τῇ φανερώσει τῆς ἀληθείας, τοῖς μὲν ἁμιλλώμενοι, τοὺς δὲ φθάνον τες. Ὥσπερ γὰρ τῶν βρυχίων ὑδάτων, τὰ μὲν ἐν βάθει κρύπτεται παντελῶς, τὰ δὲ παφλάζει στενοχωρούμενα, καὶ τὴν ἔκρηξιν ὑπισχνεῖται μὲν ταῖς ἀκοαῖς, μέλλει δὲ ἔτι, τὰ δὲ καὶ ἀναῤῥήγνυται· οὕτω καὶ τῶν φιλοσοφούντων περὶ Θεοῦ, ἵνα μὴ λέγω τοὺς παντελῶς ἀγνώμονας, οἱ μὲν πάντη κρύ φιον καὶ λανθάνουσαν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐσέβειαν· οἱ δὲ τῆς ὠδῖνος ἐγγὺς, ὅσοι τὸ μὲν ἀσεβὲς φεύγουσι, τὸ δὲ εὐσεβὲς οὐ παῤῥησιάζονται, εἴτε οἰ κονομίᾳ τινὶ χρώμενοι περὶ τὸν λόγον, εἴτε δειλίᾳ πρὸς τοῦτο καταφεύγουσιν· ἀλλὰ τὴν μὲν διάνοιαν ὑγιαίνουσιν, ὥς φασι, τὸν λαὸν δὲ οὐχ ὑγιάζουσιν, ὥσπερ ἑαυτῶν οὐκ ἄλλων προστασίαν ἐγχειρισθέν τες· οἱ δὲ καὶ δημοσιεύουσι τὸν θησαυρὸν, οὐ στέ γοντες τὴν ὠδῖνα τῆς εὐσεβείας, οὐδὲ τὸ μόνοι σώζε σθαι σωτηρίαν νομίζοντες, εἰ μὴ καὶ ἄλλοις τὸ καλὸν ὑπερβλύσειεν. Μεθ' ὧν ἐγὼ ταττοίμην, ἢ οἵτινες μετ' ἐμοῦ τὴν καλὴν τόλμαν τολμῶντες ὁμολογεῖν τὴν εὐσέβειαν. 36.476

ΙΕʹ. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώρι μος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυ νητὴς, ὡς θᾶττον ἄν τινα διαζευχθῆναι τῆς ζωῆς ταύ της, ἤ τι τῶν τριῶν ἓν διαζεῦξαι τῆς θεότητος, σύμφρονες, ὁμόζηλοι, ἑνὶ λόγῳ πρός τε ἀλλή λους καὶ πρὸς ἡμᾶς, καὶ τὴν Τριάδα κρατούμενοι· τὰ δὲ καθ' ἕκαστον, ἵν' ἐπέλθω συντόμως, ἄναρχον, καὶ ἀρχὴ, καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἷς Θεός. Οὔτε τοῦ ἀνάρχου τὸ ἄναρχον φύσις, ἢ τὸ ἀγέννητον· οὐδεμία γὰρ φύσις ὅ τι μὴ τόδε ἐστὶν, ἀλλ' ὅ τι τόδε. Ἡ τοῦ ὄντος θέσις, οὐχὶ τοῦ μὴ ὄντος ἀναίρεσις. Οὔτε ἡ ἀρχὴ, τῷ ἀρχὴ εἶναι, τοῦ ἀνάρχου διείργεται. Οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχὴ, ὥσπερ οὐδ' ἐκείνῳ τὸ ἄναρχον. Περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις. Καὶ τὸ μετὰ τοῦ ἀνάρχου, καὶ τῆς ἀρχῆς, οὐκ ἄλλο τι, ἢ ὅπερ ἐκεῖνα. Ὄνομα δὲ, τῷ μὲν ἀνάρχῳ, Πα τήρ· τῇ δὲ ἀρχῇ, Υἱός· τῷ δὲ μετὰ τῆς ἀρχῆς, Πνεῦμα ἅγιον. Φύσις δὲ τοῖς τρισὶ μία, Θεός. Ἕνωσις δὲ, ὁ Πατὴρ, ἐξ οὗ, καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς· οὐχ ὡς συναλείφεσθαι, ἀλλ' ὡς ἔχεσθαι, μήτε χρόνου διείργοντος, μήτε θελήματος, μήτε δυνάμεως. Ταῦτα γὰρ ἡμᾶς πολλὰ εἶναι πεποίηκεν, αὐτοῦ τε ἑκάστου πρὸς ἑαυτὸ, καὶ πρὸς τὸ ἕτερον στασιάζον τος. Οἷς δὲ ἁπλῆ φύσις καὶ τὸ εἶναι ταυτὸν, τούτοις καὶ τὸ ἓν κύριον.

Ιςʹ. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσω μεν· οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρέσει κακῇ τὴν διαίρεσιν λύοντες· οὔτε τοῖς τρι σὶν Ἀρειανίζοντες κατὰ τοῦ ἑνὸς, καὶ πονηρᾷ διαιρέ σει τὸ ἓν ἀνατρέποντες. Οὐ γὰρ κακοῦ τὸ κακὸν ἀλλάξασθαι τὸ ζητούμενον, ἀλλὰ τοῦ καλοῦ μὴ δια μαρτεῖν. Ὡς ταῦτά γε τοῦ πονηροῦ παίγνια, κακῶς τὰ ἡμέτερα ταλαντεύοντος. Αὐτοὶ δὲ τὴν μέσην βαδίζοντες καὶ βασιλικὴν, ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς ταῦτα δεινοῖς, πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον, ὁμοούσιά τε καὶ ὁμόδοξα· ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν 36.477 ἔχει, ἔν τε ὀνόμασι καὶ πράγμασιν (οἶδας ὁ μυηθείς)· 36.477 ἄρνησις ὂν ἀθεΐας, καὶ ὁμολογία θεότητος, καὶ οὕτω καταρτιζόμεθα· τὸ μὲν ἓν, τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ' οὐκ ἐν πράγμασι. Τί γάρ φατε οἱ τὰς τρεῖς ὑποστάσεις εἰσφέροντες; μὴ τρεῖς οὐσίας ὑπολαμβά νοντες τοῦτο λέγετε; Μέγα οἶδ', ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων. Μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογματίζετε. Τί δαὶ οἱ τὰ πρόσ